28.7 · οὐκ ἂν μύροισι γραῦς ἐοῦσ’ ἠλείφεο . θαυμαστὸν δέ τι καὶ μέγα φρονῆσαι καταπολεμήσαντα τοὺς Σαμίους φησὶν αὐτὸν Ἴων , ὡς τοῦ μὲν Ἀγαμέμνονος ἔτεσι δέκα βάρβαρον πόλιν , αὐτοῦ δὲ μησὶν ἐννέα τοὺς πρώτους καὶ δυνατωτάτους Ἰώνων ἑλόντος .
28.8 καὶ οὖκ ἦν ἄδικος ἀξίωσις , ἀλλ’ ὄντως πολλὴν ἀδηλότητα καὶ μέγαν ἔσχε κίνδυνον πόλεμος , εἴπερ , ὡς Θουκυδίδης φησί , παρ’ ἐλάχιστον ἦλθε Σαμίων πόλις ἀφελέσθαι τῆς θαλάττης τὸ κράτος Ἀθηναίους .