28.1 Ἐνάτῳ δὲ μηνὶ τῶν Σαμίων παραστάντων , Περικλῆς τὰ τείχη καθεῖλε καὶ τὰς ναῦς παρέλαβε καὶ χρήμασι πολλοῖς ἐζημίωσεν , ὧν τὰ μὲν εὐθὺς εἰσήνεγκαν οἱ Σάμιοι , τὰ δ’ ἐν χρόνῳ ῥητῷ ταξάμενοι κατοίσειν ὁμήρους ἔδωκαν .
28.2 Δοῦρις δ’ Σάμιος τούτοις ἐπιτραγῳδεῖ , πολλὴν ὠμότητα τῶν Ἀθηναίων καὶ τοῦ Περικλέους κατηγορῶν , ἣν οὔτε Θουκυδίδης ἱστόρηκεν οὔτ’ Ἔφορος οὔτ’ Ἀριστοτέλης · ἀλλ’ οὐδ’ ἀληθεύειν ἔοικεν , ὡς ἄρα τοὺς τριηράρχους καὶ τοὺς ἐπιβάτας τῶν Σαμίων εἰς τὴν Μιλησίων ἀγορὰν καταγαγὼν καὶ σανίσι προσδήσας ἐφ’ ἡμέρας δέκα κακῶς ἤδη διακειμένους προσέταξεν ἀνελεῖν , ξύλοις τὰς κεφαλὰς συγκόψαντας , εἶτα προβαλεῖν ἀκήδευτα τὰ σώματα .
28.3 Δοῦρις μὲν οὖν οὐδ’ ὅπου μηδὲν αὐτῷ πρόσεστιν ἴδιον πάθος εἰωθὼς κρατεῖν τὴν διήγησιν ἐπὶ τῆς ἀληθείας , μᾶλλον ἔοικεν ἐνταῦθα δεινῶσαι τὰς τῆς πατρίδος συμφορὰς ἐπὶ διαβολῇ τῶν Ἀθηναίων .
28.4 δὲ Περικλῆς καταστρεψάμενος τὴν Σάμον ὡς ἐπανῆλθεν εἰς τὰς Ἀθήνας , ταφάς τε τῶν ἀποθανόντων κατὰ τὸν πόλεμον ἐνδόξους ἐποίησε , καὶ τὸν λόγον εἰπών , ὥσπερ ἔθος ἐστίν , ἐπὶ τῶν σημάτων ἐθαυμάσθη .
28.5 καταβαίνοντα δ’ αὐτὸν ἀπὸ τοῦ βήματος αἱ μὲν ἄλλαι γυναῖκες ἐδεξιοῦντο καὶ στεφάνοις ἀνέδουν καὶ ταινίαις ὥσπερ ἀθλητὴν νικηφόρον ,
28.6 δ’ Ἐλπινίκη προσελθοῦσα πλησίον , ταῦτ’ ἔφη θαυμαστά σου Περίκλεις καὶ ἄξια στεφάνων , ὃς ἡμῖν πολλοὺς καὶ ἀγαθοὺς ἀπώλεσας πολίτας , οὐ Φοίνιξι πολεμῶν οὐδὲ Μήδοις , ὥσπερ οὑμὸς ἀδελφὸς Κίμων , ἀλλὰ σύμμαχον καὶ συγγενῆ πόλιν καταστρεφόμενος .
28.7 ταῦτα τῆς Ἐλπινίκης λεγούσης , Περικλῆς μειδιάσας ἀτρέμα λέγεται τὸ τοῦ Ἀρχιλόχου πρὸς αὐτὴν εἰπεῖν