27.1 Πυθόμενος δ’ οὖν Περικλῆς τὴν ἐπὶ στρατοπέδου συμφοράν , ἐβοήθει κατὰ τάχος , καὶ τοῦ Μελίσσου πρὸς αὐτὸν ἀντιταξαμένου κρατήσας καὶ τρεψάμενος , τοὺς πολεμίους εὐθὺς περιετείχιζε , δαπάνῃ καὶ χρόνῳ μᾶλλον τραύμασι καὶ κινδύνοις τῶν πολιτῶν περιγενέσθαι καὶ συνελεῖν τὴν πόλιν βουλόμενος .
27.2 ἐπεὶ δὲ δυσχεραίνοντας τῇ τριβῇ τοὺς Ἀθηναίους καὶ μάχεσθαι προθυμουμένους ἔργον ἦν κατασχεῖν , εἰς ὀκτὼ μέρη διελὼν τὸ πᾶν πλῆθος ἀπεκλήρου , καὶ τῷ λαχόντι τὸν λευκὸν κύαμον εὐωχεῖσθαι καὶ σχολάζειν παρεῖχε τῶν ἄλλων τρυχομένων .
27.3 διὸ καί φασι τοὺς ἐν εὐπαθείαις τισὶ γενομένους λευκὴν ἡμέραν ἐκείνην ἀπὸ τοῦ λευκοῦ κυάμου προσαγορεύειν . Ἔφορος δὲ καὶ μηχαναῖς χρήσασθαι τὸν Περικλέα , τὴν καινότητα θαυμασταῖς , Ἀρτέμωνος τοῦ μηχανικοῦ παρασχόντος , ὃν χωλὸν ὄντα καὶ φορείῳ πρὸς τὰ κατεπείγοντα τῶν ἔργων προσκομιζόμενον ὀνομασθῆναι Περιφόρητον .
27.4 τοῦτο μὲν οὖν Ἡρακλείδης Ποντικὸς ἐλέγχει τοῖς Ἀνακρέοντος ποιήμασιν ἐν οἷς περιφόρητος Ἀρτέμων ὀνομάζεται πολλαῖς ἔμπροσθεν ἡλικίαις τοῦ περὶ Σάμον πολέμου καὶ τῶν πραγμάτων ἐκείνων · τὸν δ’ Ἀρτέμωνά φησι τρυφερόν τινα τῷ βίῳ καὶ πρὸς τοὺς φόβους μαλακὸν ὄντα καὶ καταπλῆγα τὰ πολλὰ μὲν οἴκοι καθέζεσθαι , χαλκῆν ἀσπίδα τῆς κεφαλῆς αὐτοῦ δυεῖν οἰκετῶν ὑπερεχόντων , ὥστε μηδὲν ἐμπεσεῖν τῶν ἄνωθεν , εἰ δὲ βιασθείη προελθεῖν , ἐν κλινιδίῳ κρεμαστῷ παρὰ τὴν γῆν αὐτὴν περιφερόμενον κομίζεσθαι καὶ διὰ τοῦτο κληθῆναι περιφόρητον .