26.1 Ἅμα δὲ τῇ νίκῃ καὶ τῇ διώξει τοῦ λιμένος κρατήσας , ἐπολιόρκει τοὺς Σαμίους , ἁμῶς γέ πως ἔτι τολμῶντας ἐπεξιέναι καὶ διαμάχεσθαι πρὸ τοῦ τείχους . ἐπεὶ δὲ μείζων ἕτερος στόλος ἦλθεν ἐκ τῶν Ἀθηνῶν καὶ παντελῶς κατεκλείσθησαν οἱ Σάμιοι , λαβὼν Περικλῆς ἑξήκοντα τριήρεις ἔπλευσεν εἰς τὸν ἔξω πόντον , ὡς μὲν οἱ πλεῖστοι λέγουσι , Φοινισσῶν νεῶν ἐπικούρων τοῖς Σαμίοις προσφερομένων , ἀπαντῆσαι καὶ διαγωνίσασθαι πορρωτάτω βουλόμενος , ὡς δὲ Στησίμβροτος , ἐπὶ Κύπρον στελλόμενος · ὅπερ οὐ δοκεῖ πιθανὸν εἶναι .
26.2 ὁποτέρῳ δ’ οὖν ἐχρήσατο τῶν λογισμῶν , ἁμαρτεῖν ἔδοξε . πλεύσαντος γὰρ αὐτοῦ , Μέλισσος Ἰθαγένους , ἀνὴρ φιλόσοφος στρατηγῶν τότε τῆς Σάμου , καταφρονήσας τῆς ὀλιγότητος τῶν νεῶν καὶ τῆς ἀπειρίας τῶν στρατηγῶν , ἔπεισε τοὺς πολίτας ἐπιθέσθαι τοῖς Ἀθηναίοις ,
26.3 καὶ γενομένης μάχης νικήσαντες οἱ Σάμιοι καὶ πολλοὺς μὲν αὐτῶν ἄνδρας ἑλόντες , πολλὰς δὲ ναῦς διαφθείραντες , ἐχρῶντο τῇ θαλάσσῃ καὶ παρετίθεντο τῶν ἀναγκαίων πρὸς τὸν πόλεμον ὅσα μὴ πρότερον εἶχον . ὑπὸ δὲ τοῦ Μελίσσου καὶ Περικλέα φησὶν αὐτὸν Ἀριστοτέλης ἡττηθῆναι ναυμαχοῦντα πρότερον .
26.4 οἱ δὲ Σάμιοι τοὺς αἰχμαλώτους τῶν Ἀθηναίων ἀνθυβρίζοντες ἔστιζον εἰς τὸ μέτωπον γλαῦκας · καὶ γὰρ ἐκείνους οἱ Ἀθηναῖοι σάμαιναν . δὲ σάμαινα ναῦς ἐστιν ὑόπρωρος μὲν τὸ σίμωμα , κοιλοτέρα δὲ καὶ γαστροειδής , ὥστε καὶ φορτοφορεῖν καὶ ταχυναυτεῖν . οὕτω δ’ ὠνομάσθη διὰ τὸ πρῶτον ἐν Σάμῳ φανῆναι , Πολυκράτους τοῦ τυράννου κατασκευάσαντος . πρὸς ταῦτα τὰ στίγματα λέγουσι καὶ τὸ Ἀριστοφάνειον ᾐνίχθαι · Σαμίων δῆμός ἐστιν ὡς πολυγράμματος .