25.1 Τὸν δὲ πρὸς Σαμίους πόλεμον αἰτιῶνται μάλιστα τὸν Περικλέα ψηφίσασθαι διὰ Μιλησίους Ἀσπασίας δεηθείσης . αἱ γὰρ πόλεις ἐπολέμουν τὸν περὶ Πριήνης πόλεμον , καὶ κρατοῦντες οἱ Σάμιοι , παύσασθαι τῶν Ἀθηναίων κελευόντων καὶ δίκας λαβεῖν καὶ δοῦναι παρ’ αὐτοῖς , οὐκ ἐπείθοντο .
25.2 πλεύσας οὖν Περικλῆς τὴν μὲν οὖσαν ὀλιγαρχίαν ἐν Σάμῳ κατέλυσεν , τῶν δὲ πρώτων λαβὼν ὁμήρους ἄνδρας πεντήκοντα καὶ παῖδας ἴσους εἰς Λῆμνον ἀπέστειλε . καίτοι φασὶν ἕκαστον μὲν αὐτῷ τῶν ὁμήρων διδόναι τάλαντον ὑπὲρ ἑαυτοῦ , πολλὰ δ’ ἄλλα τοὺς μὴ θέλοντας ἐν τῇ πόλει γενέσθαι δημοκρατίαν .
25.3 ἔτι δὲ Πισσούθνης Πέρσης , ἔχων τινὰ πρὸς Σαμίους εὔνοιαν , ἀπέστειλεν αὐτῷ μυρίους χρυσοῦς , παραιτούμενος τὴν πόλιν . οὐ μὴν ἔλαβε τούτων οὐδὲν Περικλῆς , ἀλλὰ χρησάμενος ὥσπερ ἐγνώκει τοῖς Σαμίοις καὶ καταστήσας δημοκρατίαν , ἀπέπλευσεν εἰς τὰς Ἀθήνας .
25.4 οἱ δ’ εὐθὺς ἀπέστησαν , ἐκκλέψαντος αὐτοῖς τοὺς ὁμήρους Πισσούθνου , καὶ τἆλλα παρεσκευάσαντο πρὸς τὸν πόλεμον . αὖθις οὖν Περικλῆς ἐξέπλευσεν ἐπ’ αὐτοὺς οὐχ ἡσυχάζοντας οὐδὲ κατεπτηχότας , ἀλλὰ καὶ πάνυ προθύμως ἐγνωκότας ἀντιλαμβάνεσθαι τῆς θαλάττης .
25.5 γενομένης δὲ καρτερᾶς ναυμαχίας περὶ νῆσον ἣν Τραγίας καλοῦσι , λαμπρῶς Περικλῆς ἐνίκα , τέσσαρσι καὶ τεσσαράκοντα ναυσὶν ἑβδομήκοντα καταναυμαχήσας , ὧν εἴκοσι στρατιώτιδες ἦσαν .