24.7 φαίνεται μέντοι μᾶλλον ἐρωτική τις τοῦ Περικλέους ἀγάπησις γενομένη πρὸς Ἀσπασίαν .
24.8 ἦν μὲν γὰρ αὐτῷ γυνὴ προσήκουσα μὲν κατὰ γένος , συνῳκηκυῖα δ’ Ἱππονίκῳ πρότερον , ἐξ οὗ Καλλίαν ἔτεκε τὸν πλούσιον · ἔτεκε δὲ καὶ παρὰ τῷ Περικλεῖ Ξάνθιππον καὶ Πάραλον . εἶτα τῆς συμβιώσεως οὐκ οὔσης αὐτοῖς ἀρεστῆς , ἐκείνην μὲν ἑτέρῳ βουλομένην συνεξέδωκεν , αὐτὸς δὲ τὴν Ἀσπασίαν λαβὼν ἔστερξε διαφερόντως .
24.9 καὶ γὰρ ἐξιὼν ὥς φασι καὶ εἰσιὼν ἀπ’ ἀγορᾶς ἠσπάζετο καθ’ ἡμέραν αὐτὴν μετὰ τοῦ καταφιλεῖν . ἐν δὲ ταῖς κωμῳδίαις Ὀμφάλη τε νέα καὶ Δῃάνειρα καὶ πάλιν Ἥρα προσαγορεύεται . Κρατῖνος δ’ ἄντικρυς παλλακὴν αὐτὴν εἴρηκεν ἐν τούτοις · Ἥραν τέ οἱ Ἀσπασίαν τίκτει καὶ Καταπυγοσύνη παλλακὴν κυνώπιδα .
24.10 δοκεῖ δὲ καὶ τὸν νόθον ἐκ ταύτης τεκνῶσαι , περὶ οὗ πεποίηκεν Εὔπολις ἐν Δήμοις αὐτὸν μὲν οὕτως ἐρωτῶντα · νόθος δέ μοι ζῇ ; τὸν δὲ Μυρωνίδην ἀποκρινόμενον · καὶ πάλαι γ’ ἂν ἦν ἀνήρ , εἰ μὴ τὸ τῆς πόρνης ὑπωρρώδει κακόν .
24.11 οὕτω δὲ τὴν Ἀσπασίαν ὀνομαστὴν καὶ κλεινὴν γενέσθαι λέγουσιν , ὥστε καὶ Κῦρον τὸν πολεμήσαντα βασιλεῖ περὶ τῆς τῶν Περσῶν ἡγεμονίας τὴν ἀγαπωμένην ὑπ’ αὐτοῦ μάλιστα τῶν παλλακίδων Ἀσπασίαν ὀνομάσαι , καλουμένην Μίλτω πρότερον .
24.12 ἦν δὲ Φωκαῒς τὸ γένος , Ἑρμοτίμου θυγάτηρ · ἐν δὲ τῇ μάχῃ Κύρου πεσόντος ἀπαχθεῖσα πρὸς βασιλέα πλεῖστον ἴσχυσε . ταῦτα μὲν ἐπελθόντα τῇ μνήμῃ κατὰ τὴν γραφὴν ἀπώσασθαι καὶ παρελθεῖν ἴσως ἀπάνθρωπον ἦν .