24.1 Ἐκ τούτου γενομένων σπονδῶν Ἀθηναίοις καὶ Λακεδαιμονίοις εἰς ἔτη τριάκοντα , ψηφίζεται τὸν εἰς Σάμον πλοῦν , αἰτίαν ποιησάμενος κατ’ αὐτῶν ὅτι τὸν πρὸς Μιλησίους κελευόμενοι διαλύσασθαι πόλεμον οὐχ ὑπήκουον .
24.2 ἐπεὶ δ’ Ἀσπασίᾳ χαριζόμενος δοκεῖ πρᾶξαι τὰ πρὸς Σαμίους , ἐνταῦθ’ ἂν εἴη καιρὸς διαπορῆσαι μάλιστα περὶ τῆς ἀνθρώπου , τίνα τέχνην δύναμιν τοσαύτην ἔχουσα , τῶν τε πολιτικῶν τοὺς πρωτεύοντας ἐχειρώσατο , καὶ τοῖς φιλοσόφοις οὐ φαῦλον οὐδ’ ὀλίγον ὑπὲρ αὑτῆς παρέσχε λόγον .
24.3 ὅτι μὲν γὰρ ἦν Μιλησία γένος , Ἀξιόχου θυγάτηρ , ὁμολογεῖται · φασὶ δ’ αὐτὴν Θαργηλίαν τινὰ τῶν παλαιῶν Ἰάδων ζηλώσασαν ἐπιθέσθαι τοῖς δυνατωτάτοις ἀνδράσι .
24.4 καὶ γὰρ Θαργηλία , τό τ’ εἶδος εὐπρεπὴς γενομένη καὶ χάριν ἔχουσα μετὰ δεινότητος , πλείστοις μὲν Ἑλλήνων συνῴκησεν ἀνδράσι , πάντας δὲ προσεποίησε βασιλεῖ τοὺς πλησιάσαντας αὐτῇ , καὶ ταῖς πόλεσι μηδισμοῦ δι’ ἐκείνων ὑπέσπειρεν ἀρχάς , δυνατωτάτων ὄντων καὶ μεγίστων .
24.5 τὴν δ’ Ἀσπασίαν οἱ μὲν ὡς σοφήν τινα καὶ πολιτικὴν ὑπὸ τοῦ Περικλέους σπουδασθῆναι λέγουσι · καὶ γὰρ Σωκράτης ἔστιν ὅτε μετὰ τῶν γνωρίμων ἐφοίτα , καὶ τὰς γυναῖκας ἀκροασομένας οἱ συνήθεις ἦγον ὡς αὐτήν , καίπερ οὐ κοσμίου προεστῶσαν ἐργασίας οὐδὲ σεμνῆς , ἀλλὰ παιδίσκας ἑταιρούσας τρέφουσαν .
24.6 Αἰσχίνης δέ φησι καὶ Λυσικλέα τὸν προβατοκάπηλον ἐξ ἀγεννοῦς καὶ ταπεινοῦ τὴν φύσιν Ἀθηναίων γενέσθαι πρῶτον Ἀσπασίᾳ συνόντα μετὰ τὴν Περικλέους τελευτήν .
24.7 ἐν δὲ τῷ Μενεξένῳ τῷ Πλάτωνος , εἰ καὶ μετὰ παιδιᾶς τὰ πρῶτα γέγραπται , τοσοῦτόν γ’ ἱστορίας ἔνεστιν , ὅτι δόξαν εἶχε τὸ γύναιον ἐπὶ ῥητορικῇ πολλοῖς Ἀθηναίων ὁμιλεῖν .