23.1 Τοῦ δὲ Περικλέους ἐν τῷ τῆς στρατηγίας ἀπολογισμῷ δέκα ταλάντων ἀνάλωμα γράψαντος ἀνηλωμένων εἰς τὸ δέον , δῆμος ἀπεδέξατο μὴ πολυπραγμονήσας μηδ’ ἐλέγξας τὸ ἀπόρρητον .
23.2 ἔνιοι δ’ ἱστορήκασιν , ὧν ἐστι καὶ Θεόφραστος φιλόσοφος , ὅτι καθ’ ἕκαστον ἐνιαυτὸν εἰς τὴν Σπάρτην ἐφοίτα δέκα τάλαντα παρὰ τοῦ Περικλέους , οἷς τοὺς ἐν τέλει πάντας θεραπεύων παρῃτεῖτο τὸν πόλεμον , οὐ τὴν εἰρήνην ὠνούμενος , ἀλλὰ τὸν χρόνον ἐν παρασκευασάμενος καθ’ ἡσυχίαν ἔμελλε πολεμήσειν βέλτιον .
23.3 Εὐθὺς οὖν ἐπὶ τοὺς ἀφεστῶτας τραπόμενος καὶ διαβὰς εἰς Εὔβοιαν πεντήκοντα ναυσὶ καὶ πεντακισχιλίοις ὁπλίταις , κατεστρέψατο τὰς πόλεις ,
23.4 καὶ Χαλκιδέων μὲν τοὺς ἱπποβότας λεγομένους πλούτῳ καὶ δόξῃ διαφέροντας ἐξέβαλεν , Ἑστιεῖς δὲ πάντας ἀναστήσας ἐκ τῆς χώρας , Ἀθηναίους κατῴκισε , μόνοις τούτοις ἀπαραιτήτως χρησάμενος , ὅτι ναῦν Ἀττικὴν αἰχμάλωτον λαβόντες ἀπέκτειναν τοὺς ἄνδρας .