22.1 Ὅτι δ’ ὀρθῶς ἐν τῇ Ἑλλάδι τὴν δύναμιν τῶν Ἀθηναίων συνεῖχεν , ἐμαρτύρησεν αὐτῷ τὰ γενόμενα . πρῶτον μὲν γὰρ Εὐβοεῖς ἀπέστησαν , ἐφ’ οὓς διέβη μετὰ δυνάμεως . εἶτ’ εὐθὺς ἀπηγγέλλοντο Μεγαρεῖς ἐκπεπολεμωμένοι καὶ στρατιὰ Πελοποννησίων ἐπὶ τοῖς ὅροις τῆς Ἀττικῆς οὖσα , Πλειστώνακτος ἡγουμένου βασιλέως Λακεδαιμονίων .
22.2 πάλιν οὖν Περικλῆς κατὰ τάχος ἐκ τῆς Εὐβοίας ἀνεκομίζετο πρὸς τὸν ἐν τῇ Ἀττικῇ πόλεμον , καὶ συνάψαι μὲν εἰς χεῖρας οὐκ ἐθάρσησε πολλοῖς καὶ ἀγαθοῖς ὁπλίταις προκαλουμένοις , ὁρῶν δὲ τὸν Πλειστώνακτα νέον ὄντα κομιδῇ , χρώμενον δὲ μάλιστα Κλεανδρίδῃ τῶν συμβούλων , ὃν οἱ ἔφοροι φύλακα καὶ πάρεδρον αὐτῷ διὰ τὴν ἡλικίαν συνέπεμψαν , ἐπειρᾶτο τούτου κρύφα , καὶ ταχὺ διαφθείρας χρήμασιν αὐτὸν ἔπεισεν ἐκ τῆς Ἀττικῆς ἀπαγαγεῖν τοὺς Πελοποννησίους .
22.3 ὡς δ’ ἀπεχώρησεν στρατιὰ καὶ διελύθη κατὰ πόλεις , βαρέως φέροντες οἱ Λακεδαιμόνιοι τὸν μὲν βασιλέα χρήμασιν ἐζημίωσαν , ὧν τὸ πλῆθος οὐκ ἔχων ἐκτεῖσαι μετέστησεν ἑαυτὸν ἐκ Λακεδαίμονος , τοῦ δὲ Κλεανδρίδου φεύγοντος θάνατον κατέγνωσαν .
22.4 οὗτος δ’ ἦν πατὴρ Γυλίππου τοῦ περὶ Σικελίαν Ἀθηναίους καταπολεμήσαντος . ἔοικε δ’ ὥσπερ συγγενικὸν αὐτῷ προστρίψασθαι νόσημα τὴν φιλαργυρίαν φύσις , ὑφ’ ἧς καὶ αὐτὸς αἰσχρῶς ἐπὶ κακοῖς ἔργοις ἁλοὺς ἐξέπεσε τῆς Σπάρτης . ταῦτα μὲν οὖν ἐν τοῖς περὶ Λυσάνδρου δεδηλώκαμεν .