29.1 Μετὰ ταῦτα κυμαίνοντος ἤδη τοῦ Πελοποννησιακοῦ πολέμου , Κερκυραίοις πολεμουμένοις ὑπὸ Κορινθίων ἔπεισε τὸν δῆμον ἀποστεῖλαι βοήθειαν καὶ προσλαβεῖν ἐρρωμένην ναυτικῇ δυνάμει νῆσον , ὡς ὅσον οὐδέπω Πελοποννησίων ἐκπεπολεμωμένων πρὸς αὐτούς . ψηφισαμένου δὲ τοῦ δήμου τὴν βοήθειαν , ἀπέστειλε δέκα ναῦς μόνας ἔχοντα Λακεδαιμόνιον , τὸν Κίμωνος υἱόν , οἷον ἐφυβρίζων · πολλὴ γὰρ ἦν εὔνοια καὶ φιλία τῷ Κίμωνος οἴκῳ πρὸς Λακεδαιμονίους .
29.2 ὡς ἂν οὖν , εἰ μηδὲν ἔργον μέγα μηδ’ ἐκπρεπὲς ἐν τῇ στρατηγίᾳ τοῦ Λακεδαιμονίου γένοιτο , προσδιαβληθείη μᾶλλον εἰς τὸν λακωνισμόν , ὀλίγας αὐτῷ ναῦς ἔδωκε καὶ μὴ βουλόμενον ἐξέπεμψε , καὶ ὅλως διετέλει κολούων , ὡς μηδὲ τοῖς ὀνόμασι γνησίους , ἀλλ’ ὀθνείους καὶ ξένους , ὅτι τῶν Κίμωνος υἱῶν τῷ μὲν ἦν Λακεδαιμόνιος ὄνομα , τῷ δὲ Θεσσαλός , τῷ δ’ Ἠλεῖος . ἐδόκουν δὲ πάντες ἐκ γυναικὸς Ἀρκαδικῆς γεγονέναι .
29.3 κακῶς οὖν Περικλῆς ἀκούων διὰ τὰς δέκα ταύτας τριήρεις , ὡς μικρὰν μὲν βοήθειαν τοῖς δεηθεῖσι , μεγάλην δὲ πρόφασιν τοῖς ἐγκαλοῦσι παρεσχηκώς , ἑτέρας αὖθις ἔστειλε πλείονας εἰς τὴν Κέρκυραν , αἳ μετὰ τὴν μάχην ἀφίκοντο .
29.4 χαλεπαίνουσι δὲ τοῖς Κορινθίοις καὶ κατηγοροῦσι τῶν Ἀθηναίων ἐν Λακεδαίμονι προσεγένοντο Μεγαρεῖς , αἰτιώμενοι πάσης μὲν ἀγορᾶς , ἁπάντων δὲ λιμένων ὧν Ἀθηναῖοι κρατοῦσιν εἴργεσθαι καὶ ἀπελαύνεσθαι παρὰ τὰ κοινὰ δίκαια καὶ τοὺς γεγενημένους ὅρκους τοῖς Ἕλλησιν ·
29.5 Αἰγινῆται δὲ κακοῦσθαι δοκοῦντες καὶ βίαια πάσχειν , ἐποτνιῶντο κρύφα πρὸς τοὺς Λακεδαιμονίους , φανερῶς ἐγκαλεῖν τοῖς Ἀθηναίοις οὐ θαρροῦντες .
29.6 ἐν δὲ τούτῳ καὶ Ποτείδαια , πόλις ὑπήκοος Ἀθηναίων , ἄποικος δὲ Κορινθίων