18.1 Ἐν δὲ ταῖς στρατηγίαις εὐδοκίμει μάλιστα διὰ τὴν ἀσφάλειαν , οὔτε μάχης ἐχούσης πολλὴν ἀδηλότητα καὶ κίνδυνον ἑκουσίως ἁπτόμενος , οὔτε τοὺς ἐκ τοῦ παραβαλέσθαι χρησαμένους τύχῃ λαμπρᾷ καὶ θαυμασθέντας ὡς μεγάλους ζηλῶν καὶ μιμούμενος στρατηγούς , ἀεί τε λέγων πρὸς τοὺς πολίτας , ὡς ὅσον ἐπ’ αὐτῷ μενοῦσιν ἀθάνατοι πάντα τὸν χρόνον .
18.2 ὁρῶν δὲ Τολμίδην τὸν Τολμαίου διὰ τὰς πρότερον εὐτυχίας καὶ διὰ τὸ τιμᾶσθαι διαφερόντως ἐκ τῶν πολεμικῶν σὺν οὐδενὶ καιρῷ παρασκευαζόμενον εἰς Βοιωτίαν ἐμβαλεῖν , καὶ πεπεικότα τῶν ἐν ἡλικίᾳ τοὺς ἀρίστους καὶ φιλοτιμοτάτους ἐθελοντὰς στρατεύεσθαι , χιλίους γενομένους ἄνευ τῆς ἄλλης δυνάμεως , κατέχειν ἐπειρᾶτο καὶ παρακαλεῖν ἐν τῷ δήμῳ , τὸ μνημονευόμενον εἰπών , ὡς εἰ μὴ πείθοιτο Περικλεῖ , τόν γε σοφώτατον οὐχ ἁμαρτήσεται σύμβουλον ἀναμείνας , χρόνον .
18.3 τότε μὲν οὖν μετρίως εὐδοκίμησε τοῦτ’ εἰπών · ὀλίγαις δ’ ὕστερον ἡμέραις ὡς ἀνηγγέλθη τεθνεὼς μὲν αὐτὸς Τολμίδης περὶ Κορώνειαν ἡττηθεὶς μάχῃ , τεθνεῶτες δὲ πολλοί κἀγαθοὶ τῶν πολιτῶν , μεγάλην τοῦτο τῷ Περικλεῖ μετ’ εὐνοίας δόξαν ἤνεγκεν ὡς ἀνδρὶ φρονίμῳ καὶ φιλοπολίτῃ .