17.1 Ἀρχομένων δὲ Λακεδαιμονίων ἄχθεσθαι τῇ αὐξήσει τῶν Ἀθηναίων , ἐπαίρων Περικλῆς τὸν δῆμον ἔτι μᾶλλον μέγα φρονεῖν καὶ μεγάλων αὑτὸν ἀξιοῦν πραγμάτων γράφει ψήφισμα , πάντας Ἕλληνας τοὺς ὁποίποτε κατοικοῦντας Εὐρώπης τῆς Ἀσίας παρακαλεῖν , καὶ μικρὰν πόλιν καὶ μεγάλην , εἰς σύλλογον πέμπειν Ἀθήναζε τοὺς βουλευσομένους περὶ τῶν Ἑλληνικῶν ἱερῶν , κατέπρησαν οἱ βάρβαροι , καὶ τῶν θυσιῶν , ἃς ὀφείλουσιν ὑπὲρ τῆς Ἑλλάδος εὐξάμενοι τοῖς θεοῖς , ὅτε πρὸς τοὺς βαρβάρους ἐμάχοντο , καὶ τῆς θαλάττης , ὅπως πλέωσι πάντες ἀδεῶς καὶ τὴν εἰρήνην ἄγωσιν .
17.2 ἐπὶ ταῦτα δ’ ἄνδρες εἴκοσι τῶν ὑπὲρ πεντήκοντα ἔτη γεγονότων ἐπέμφθησαν , ὧν πέντε μὲν Ἴωνας καὶ Δωριεῖς τοὺς ἐν Ἀσίᾳ καὶ νησιώτας ἄχρι Λέσβου καὶ Ῥόδου παρεκάλουν , πέντε δὲ τοὺς ἐν Ἑλλησπόντῳ καὶ Θρᾴκῃ μέχρι Βυζαντίου τόπους ἐπῄεσαν , καὶ πέντε ἐπὶ τούτοις εἰς Βοιωτίαν καὶ Φωκίδα καὶ Πελοπόννησον , ἐκ δὲ ταύτης διὰ Λοκρῶν ἐπὶ τὴν πρόσοικον ἤπειρον ἕως Ἀκαρνανίας καὶ Ἀμβρακίας ἀπεστάλησαν · οἱ δὲ λοιποὶ δι’ Εὐβοίας ἐπ’ Οἰταίους .
17.3 καὶ τὸν Μαλιέα κόλπον καὶ Φθιώτας καὶ Ἀχαιοὺς καὶ Θεσσαλοὺς ἐπορεύοντο , συμπείθοντες ἰέναι καὶ μετέχειν τῶν βουλευμάτων ἐπ’ εἰρήνῃ καὶ κοινοπραγίᾳ τῆς Ἑλλάδος .
17.4 ἐπράχθη δ’ οὐδὲν οὐδὲ συνῆλθον αἱ πόλεις , Λακεδαιμονίων ὑπεναντιωθέντων , ὡς λέγεται , καὶ τὸ πρῶτον ἐν Πελοποννήσῳ τῆς πείρας ἐλεγχθείσης . τοῦτο μὲν οὖν παρεθέμην ἐνδεικνύμενος αὐτοῦ τὸ φρόνημα καὶ τὴν μεγαλοφροσύνην .