16.5 παντὸς μὲν ἀναλώματος , παντὸς δὲ λήμματος δι’ ἀριθμοῦ καὶ μέτρου βαδίζοντος .
16.6 δὲ πᾶσαν αὐτοῦ τὴν τοιαύτην συνέχων ἀκρίβειαν εἷς ἦν οἰκέτης Εὐάγγελος , ὡς ἕτερος οὐδεὶς εὖ πεφυκὼς κατεσκευασμένος ὑπὸ τοῦ Περικλέους πρὸς οἰκονομίαν .
16.7 ἀπᾴδοντα μὲν οὖν ταῦτα τῆς Ἀναξαγόρου σοφίας , εἴγε καὶ τὴν οἰκίαν ἐκεῖνος ἐξέλιπε καὶ τὴν χώραν ἀνῆκεν ἀργὴν καὶ μηλόβοτον ὑπ’ ἐνθουσιασμοῦ καὶ μεγαλοφροσύνης · οὐ ταὐτὸν δ’ ἐστὶν οἶμαι θεωρητικοῦ φιλοσόφου καὶ πολιτικοῦ βίος , ἀλλ’ μὲν ἀνόργανον καὶ ἀπροσδεῆ τῆς ἐκτὸς ὕλης ἐπὶ τοῖς καλοῖς κινεῖ τὴν διάνοιαν , τῷ δ’ εἰς ἀνθρωπείας χρείας ἀναμειγνύντι τὴν ἀρετὴν ἔστιν οὗ γένοιτ’ ἂν οὐ τῶν ἀναγκαίων μόνον , ἀλλὰ καὶ τῶν καλῶν πλοῦτος , ὥσπερ ἦν καὶ Περικλεῖ , βοηθοῦντι πολλοῖς τῶν πενήτων .
16.8 καὶ μέντοι γε τὸν Ἀναξαγόραν αὐτὸν λέγουσιν ἀσχολουμένου Περικλέους ἀμελούμενον κεῖσθαι συγκεκαλυμμένον ἤδη γηραιὸν ἀποκαρτεροῦντα , προσπεσόντος δὲ τῷ Περικλεῖ τοῦ πράγματος , ἐκπλαγέντα θεῖν εὐθὺς ἐπὶ τὸν ἄνδρα καὶ δεῖσθαι πᾶσαν δέησιν , ὀλοφυρόμενον οὐκ ἐκεῖνον , ἀλλ’ ἑαυτόν , εἰ τοιοῦτον ἀπολεῖ τῆς πολιτείας σύμβουλον .
16.9 ἐκκαλυψάμενον οὖν τὸν Ἀναξαγόραν εἰπεῖν πρὸς αὐτόν · Περίκλεις , καὶ οἱ τοῦ λύχνου χρείαν ἔχοντες ἔλαιον ἐπιχέουσιν .