16.1 Καίτοι τὴν δύναμιν αὐτοῦ σαφῶς μὲν Θουκυδίδης διηγεῖται , κακοήθως δὲ παρεμφαίνουσιν οἱ κωμικοί , Πεισιστρατίδας μὲν νέους τοὺς περὶ αὐτὸν ἑταίρους καλοῦντες , αὐτὸν δ’ ἀπομόσαι μὴ τυραννήσειν κελεύοντες , ὡς ἀσυμμέτρου πρὸς δημοκρατίαν καὶ βαρυτέρας περὶ αὐτὸν οὔσης ὑπεροχῆς .
16.2 δὲ Τηλεκλείδης παραδεδωκέναι φησὶν αὐτῷ τοὺς Ἀθηναίους πόλεών τε φόρους αὐτάς τε πόλεις , τὰς μὲν δεῖν , τὰς δ’ ἀναλύειν , λάινα τείχη , τὰ μὲν οἰκοδομεῖν τὰ δὲ τἄμπαλιν αὖ καταβάλλειν , σπονδάς , δύναμιν , κράτος , εἰρήνην , πλοῦτόν τ’ εὐδαιμονίαν τε .
16.3 καὶ ταῦτα καιρὸς οὐκ ἦν οὐδ’ ἀκμὴ καὶ χάρις ἀνθούσης ἐφ’ ὥρᾳ πολιτείας , ἀλλὰ τεσσαράκοντα μὲν ἔτη πρωτεύων ἐν Ἐφιάλταις καὶ Λεωκράταις καὶ Μυρωνίδαις καὶ Κίμωσι καὶ Τολμίδαις καὶ Θουκυδίδαις , μετὰ δὲ τὴν Θουκυδίδου κατάλυσιν καὶ τὸν ὀστρακισμὸν οὐκ ἐλάττω τῶν πεντεκαίδεκα ἐτῶν διηνεκῆ καὶ μίαν οὖσαν ἐν ταῖς ἐνιαυσίοις στρατηγίαις ἀρχὴν καὶ δυναστείαν κτησάμενος , ἐφύλαξεν ἑαυτὸν ἀνάλωτον ὑπὸ χρημάτων , καίπερ οὐ παντάπασιν ἀργῶς ἔχων πρὸς χρηματισμόν , ἀλλὰ τὸν πατρῷον καὶ δίκαιον πλοῦτον , ὡς μήτ’ ἀμελούμενος ἐκφύγοι μήτε πολλὰ πράγματα καὶ διατριβὰς ἀσχολουμένῳ παρέχοι , συνέταξεν εἰς οἰκονομίαν ἣν ᾤετο ῥᾴστην καὶ ἀκριβεστάτην εἶναι .
16.4 τοὺς γὰρ ἐπετείους καρποὺς ἅπαντας ἀθρόους ἐπίπρασκεν , εἶτα τῶν ἀναγκαίων ἕκαστον ἐξ ἀγορᾶς ὠνούμενος διῴκει τὸν βίον καὶ τὰ περὶ τὴν δίαιταν .
16.5 ὅθεν οὐχ ἡδὺς ἦν ἐνηλίκοις παισὶν οὐδὲ γυναιξὶ δαψιλὴς χορηγός , ἀλλ’ ἐμέμφοντο τὴν ἐφήμερον ταύτην καὶ συνηγμένην εἰς τὸ ἀκριβέστατον δαπάνην , οὐδενὸς οἷον ἐν οἰκίᾳ μεγάλῃ καὶ πράγμασιν ἀφθόνοις περιρρέοντος , ἀλλὰ