15.3 δόξα καὶ πίστις τοῦ ἀνδρός , ἀδωροτάτου περιφανῶς γενομένου καὶ χρημάτων κρείττονος · ὃς τὴν πόλιν ἐκ μεγάλης μεγίστην καὶ πλουσιωτάτην ποιήσας καὶ γενόμενος δυνάμει πολλῶν βασιλέων καὶ τυράννων ὑπέρτερος , ὧν ἔνιοι καὶ ἐπὶ τοῖς υἱέσι διέθεντο τοῖς ἐκείνου , μιᾷ δραχμῇ μείζονα τὴν οὐσίαν οὐκ ἐποίησεν ἧς πατὴρ αὐτῷ κατέλιπε .