19.1 Τῶν δὲ στρατηγιῶν ἠγαπήθη μὲν περὶ Χερρόνησον αὐτοῦ μάλιστα , σωτήριος γενομένη τοῖς αὐτόθι κατοικοῦσι τῶν Ἑλλήνων · οὐ γὰρ μόνον ἐποίκους Ἀθηναίων χιλίους κομίσας ἔρρωσεν εὐανδρίᾳ τὰς πόλεις , ἀλλὰ καὶ τὸν αὐχένα διαζώσας ἐρύμασι καὶ προβλήμασιν ἐκ θαλάττης εἰς θάλατταν , ἀπετείχισε τὰς καταδρομὰς τῶν Θρᾳκῶν περικεχυμένων τῇ Χερρονήσῳ , καὶ πόλεμον ἐνδελεχῆ καὶ βαρὺν ἐξέκλεισεν , συνείχετο πάντα τὸν χρόνον χώρα , βαρβαρικαῖς ἀναμεμειγμένη γειτνιάσεσι καὶ γέμουσα λῃστηρίων ὁμόρων καὶ συνοίκων .
19.2 ἐθαυμάσθη δὲ καὶ διεβοήθη πρὸς τοὺς ἐκτὸς ἀνθρώπους περιπλεύσας Πελοπόννησον , ἐκ Πηγῶν τῆς Μεγαρικῆς ἀναχθεὶς ἑκατὸν τριήρεσιν . οὐ γὰρ μόνον ἐπόρθησε τῆς παραλίας πολλὴν ὡς Τολμίδης πρότερον , ἀλλὰ καὶ πόρρω θαλάττης προελθὼν τοῖς ἀπὸ τῶν νεῶν ὁπλίταις , τοὺς μὲν ἄλλους εἰς τὰ τείχη συνέστειλε δείσαντας αὐτοῦ τὴν ἔφοδον , ἐν δὲ Νεμέᾳ Σικυωνίους ὑποστάντας καὶ συνάψαντας μάχην κατὰ κράτος τρεψάμενος , ἔστησε τρόπαιον .
19.3 ἐκ δ’ Ἀχαΐας φίλης οὔσης στρατιώτας ἀναλαβὼν εἰς τὰς τριήρεις , ἐπὶ τὴν ἀντιπέρας ἤπειρον ἐκομίσθη τῷ στόλῳ , καὶ παραπλεύσας τὸν Ἀχελῷον Ἀκαρνανίαν κατέδραμε καὶ κατέκλεισεν Οἰνιάδας εἰς τὸ τεῖχος , καὶ τεμὼν τὴν γῆν καὶ κακώσας , ἀπῆρεν ἐπ’ οἴκου , φοβερὸς μὲν φανεὶς τοῖς πολεμίοις , ἀσφαλὴς δὲ καὶ δραστήριος τοῖς πολίταις . οὐδὲν γὰρ οὐδ’ ἀπὸ τύχης πρόσκρουσμα συνέβη περὶ τοὺς στρατευομένους .