13.14 θεοῦ τὸ χρυσοῦν ἕδος , καὶ τούτου δημιουργὸς ἐν τῇ στήλῃ εἶναι γέγραπται · πάντα δ’ ἦν σχεδὸν ἐπ’ αὐτῷ , καὶ πᾶσιν ὡς εἰρήκαμεν ἐπεστάτει τοῖς τεχνίταις διὰ φιλίαν Περικλέους .
13.15 καὶ τοῦτο τῷ μὲν φθόνον , τῷ δὲ βλασφημίαν ἤνεγκεν , ὡς ἐλευθέρας τῷ Περικλεῖ γυναῖκας εἰς ταὐτὸ φοιτώσας ὑποδεχομένου τοῦ Φειδίου . δεξάμενοι δὲ τὸν λόγον οἱ κωμικοὶ πολλὴν ἀσέλγειαν αὐτοῦ κατεσκέδασαν , εἴς τε τὴν Μενίππου γυναῖκα διαβάλλοντες , ἀνδρὸς φίλου καὶ ὑποστρατηγοῦντος , εἴς τε τὰς Πυριλάμπους ὀρνιθοτροφίας , ὃς ἑταῖρος ὢν Περικλέους αἰτίαν εἶχε ταῶνας ὑφιέναι ταῖς γυναιξὶν αἷς Περικλῆς ἐπλησίαζε .
13.16 καὶ τί ἄν τις ἀνθρώπους σατυρικοὺς τοῖς βίοις καὶ τὰς κατὰ τῶν κρειττόνων βλασφημίας ὥσπερ δαίμονι κακῷ τῷ φθόνῳ τῶν πολλῶν ἀποθύοντας ἑκάστοτε θαυμάσειεν , ὅπου καὶ Στησίμβροτος Θάσιος δεινὸν ἀσέβημα καὶ μυσῶδες ἐξενεγκεῖν ἐτόλμησεν εἰς τὴν γυναῖκα τοῦ υἱοῦ κατὰ τοῦ Περικλέους ; οὕτως ἔοικε πάντῃ χαλεπὸν εἶναι καὶ δυσθήρατον ἱστορίᾳ τἀληθές , ὅταν οἱ μὲν ὕστερον γεγονότες τὸν χρόνον ἔχωσιν ἐπιπροσθοῦντα τῇ γνώσει τῶν πραγμάτων , δὲ τῶν πράξεων καὶ τῶν βίων ἡλικιῶτις ἱστορία τὰ μὲν φθόνοις καὶ δυσμενείαις , τὰ δὲ χαριζομένη καὶ κολακεύουσα λυμαίνηται καὶ διαστρέφῃ τὴν ἀλήθειαν .