13.7 τεῖχος , περὶ οὗ Σωκράτης ἀκοῦσαί φησιν αὐτὸς εἰσηγουμένου γνώμην Περικλέους , ἠργολάβησε Καλλικράτης .
13.8 κωμῳδεῖ δὲ τὸ ἔργον Κρατῖνος ὡς βραδέως περαινόμενον · πάλαι γὰρ αὐτό ( φησί ) λόγοισι προάγει Περικλέης , ἔργοισι δ’ οὐδὲ κινεῖ .
13.9 τὸ δ’ Ὠιδεῖον , τῇ μὲν ἐντὸς διαθέσει πολύεδρον καὶ πολύστυλον , τῇ δ’ ἐρέψει περικλινὲς καὶ κάταντες ἐκ μιᾶς κορυφῆς πεποιημένον , εἰκόνα λέγουσι γενέσθαι καὶ μίμημα τῆς βασιλέως σκηνῆς , ἐπιστατοῦντος καὶ τούτῳ Περικλέους .
13.10 διὸ καὶ πάλιν Κρατῖνος ἐν Θρᾴτταις παίζει πρὸς αὐτόν · σχινοκέφαλος Ζεὺς ὅδε προσέρχεται Περικλέης τᾠδεῖον ἐπὶ τοῦ κρανίου ἔχων , ἐπειδὴ τοὔστρακον παροίχεται .
13.11 φιλοτιμούμενος δ’ Περικλῆς τότε πρῶτον ἐψηφίσατο μουσικῆς ἀγῶνα τοῖς Παναθηναίοις ἄγεσθαι , καὶ διέταξεν αὐτὸς ἀθλοθέτης αἱρεθείς , καθότι χρὴ τοὺς ἀγωνιζομένους αὐλεῖν ᾄδειν κιθαρίζειν . ἐθεῶντο δὲ καὶ τότε καὶ τὸν ἄλλον χρόνον ἐν Ὠιδείῳ τοὺς μουσικοὺς ἀγῶνας .
13.12 Τὰ δὲ Προπύλαια τῆς ἀκροπόλεως ἐξειργάσθη μὲν ἐν πενταετίᾳ Μνησικλέους ἀρχιτεκτονοῦντος , τύχη δὲ θαυμαστὴ συμβᾶσα περὶ τὴν οἰκοδομίαν ἐμήνυσε τὴν θεὸν οὐκ ἀποστατοῦσαν , ἀλλὰ συνεφαπτομένην τοῦ ἔργου καὶ συνεπιτελοῦσαν .
13.13 γὰρ ἐνεργότατος καὶ προθυμότατος τῶν τεχνιτῶν ἀποσφαλεὶς ἐξ ὕψους ἔπεσε καὶ διέκειτο μοχθηρῶς , ὑπὸ τῶν ἰατρῶν ἀπεγνωσμένος . ἀθυμοῦντος δὲ τοῦ Περικλέους , θεὸς ὄναρ φανεῖσα συνέταξε θεραπείαν , χρώμενος Περικλῆς ταχὺ καὶ ῥᾳδίως ἰάσατο τὸν ἄνθρωπον . ἐπὶ τούτῳ δὲ καὶ τὸ χαλκοῦν ἄγαλμα τῆς Ὑγιείας Ἀθηνᾶς ἀνέστησεν ἐν ἀκροπόλει παρὰ τὸν βωμόν , ὃς καὶ πρότερον ἦν ὡς λέγουσιν .
13.14 δὲ Φειδίας εἰργάζετο μὲν τῆς