13.1 Ἀναβαινόντων δὲ τῶν ἔργων ὑπερηφάνων μὲν μεγέθει , μορφῇ δ’ ἀμιμήτων καὶ χάριτι , τῶν δημιουργῶν ἁμιλλωμένων ὑπερβάλλεσθαι τὴν δημιουργίαν τῇ καλλιτεχνίᾳ , μάλιστα θαυμάσιον ἦν τὸ τάχος .
13.2 ὧν γὰρ ἕκαστον ᾤοντο πολλαῖς διαδοχαῖς καὶ ἡλικίαις μόλις ἐπὶ τέλος ἀφίξεσθαι , ταῦτα πάντα μιᾶς ἀκμῇ πολιτείας ἐλάμβανε τὴν συντέλειαν .
13.3 καίτοι ποτέ φασιν Ἀγαθάρχου τοῦ ζωγράφου μέγα φρονοῦντος ἐπὶ τῷ ταχὺ καὶ ῥᾳδίως τὰ ζῷα ποιεῖν ἀκούσαντα τὸν Ζεῦξιν εἰπεῖν ·
13.4 ἐγὼ δ’ ἐν πολλῷ χρόνῳ . γὰρ ἐν τῷ ποιεῖν εὐχέρεια καὶ ταχύτης οὐκ ἐντίθησι βάρος ἔργῳ μόνιμον οὐδὲ κάλλους ἀκρίβειαν , δ’ εἰς τὴν γένεσιν τῷ πόνῳ προδανεισθεὶς χρόνος ἐν τῇ σωτηρίᾳ τοῦ γενομένου τὴν ἰσχὺν ἀποδίδωσιν . ὅθεν καὶ μᾶλλον θαυμάζεται τὰ Περικλέους ἔργα , πρὸς πολὺν χρόνον ἐν ὀλίγῳ γενόμενα .
13.5 κάλλει μὲν γὰρ ἕκαστον εὐθὺς ἦν τότ’ ἀρχαῖον , ἀκμῇ δὲ μέχρι νῦν πρόσφατόν ἐστι καὶ νεουργόν · οὕτως ἐπανθεῖ καινότης ἀεί τις , ἄθικτον ὑπὸ τοῦ χρόνου διατηροῦσα τὴν ὄψιν , ὥσπερ ἀειθαλὲς πνεῦμα καὶ ψυχὴν ἀγήρω καταμεμειγμένην τῶν ἔργων ἐχόντων .
13.6 Πάντα δὲ διεῖπε καὶ πάντων ἐπίσκοπος ἦν αὐτῷ Φειδίας , καίτοι μεγάλους ἀρχιτέκτονας ἐχόντων καὶ τεχνίτας τῶν ἔργων .
13.7 τὸν μὲν γὰρ ἑκατόμπεδον Παρθενῶνα Καλλικράτης εἰργάζετο καὶ Ἰκτῖνος , τὸ δ’ ἐν Ἐλευσῖνι τελεστήριον ἤρξατο μὲν Κόροιβος οἰκοδομεῖν , καὶ τοὺς ἐπ’ ἐδάφους κίονας ἔθηκεν οὗτος καὶ τοῖς ἐπιστυλίοις ἐπέζευξεν · ἀποθανόντος δὲ τούτου Μεταγένης Ξυπεταιὼν τὸ διάζωσμα καὶ τοὺς ἄνω κίονας ἐπέστησε , τὸ δ’ ὀπαῖον ἐπὶ τοῦ ἀνακτόρου Ξενοκλῆς Χολαργεὺς ἐκορύφωσε · τὸ δὲ μακρὸν