8.6 τὴν προκειμένην χρείαν ἀνάρμοστον .
8.7 ἔγγραφον μὲν οὖν οὐδὲν ἀπολέλοιπε πλὴν τῶν ψηφισμάτων , ἀπομνημονεύεται δ’ ὀλίγα παντάπασιν , οἷον τὸ τὴν Αἴγιναν ὡς λήμην τοῦ Πειραιῶς ἀφελεῖν κελεῦσαι , καὶ τὸ τὸν πόλεμον ἤδη φάναι καθορᾶν ἀπὸ Πελοποννήσου προσφερόμενον ·
8.8 καί ποτε τοῦ Σοφοκλέους , ὅτε συστρατηγῶν ἐξέπλευσε μετ’ αὐτοῦ , παῖδα καλὸν ἐπαινέσαντος , οὐ μόνον ἔφη τὰς χεῖρας Σοφόκλεις δεῖ καθαρὰς ἔχειν τὸν στρατηγόν , ἀλλὰ καὶ τὰς ὄψεις .
8.9 δὲ Στησίμβροτός φησιν , ὅτι τοὺς ἐν Σάμῳ τεθνηκότας ἐγκωμιάζων ἐπὶ τοῦ βήματος ἀθανάτους ἔλεγε γεγονέναι καθάπερ τοὺς θεούς · οὐδὲ γὰρ ἐκείνους αὐτοὺς ὁρῶμεν , ἀλλὰ ταῖς τιμαῖς ἃς ἔχουσι καὶ τοῖς ἀγαθοῖς παρέχουσιν ἀθανάτους εἶναι τεκμαιρόμεθα · ταὔτ’ οὖν ὑπάρχειν καὶ τοῖς ὑπὲρ τῆς πατρίδος ἀποθανοῦσιν .