9.1 Ἐπεὶ δὲ Θουκυδίδης μὲν ἀριστοκρατικήν τινα τὴν τοῦ Περικλέους ὑπογράφει πολιτείαν , λόγῳ μὲν οὖσαν δημοκρατίαν , ἔργῳ δ’ ὑπὸ τοῦ πρώτου ἀνδρὸς ἀρχήν , ἄλλοι δὲ πολλοὶ πρῶτον ὑπ’ ἐκείνου φασὶ τὸν δῆμον ἐπὶ κληρουχίας καὶ θεωρικὰ καὶ μισθῶν διανομὰς προαχθῆναι , κακῶς ἐθισθέντα καὶ γενόμενον πολυτελῆ καὶ ἀκόλαστον ὑπὸ τῶν τότε πολιτευμάτων ἀντὶ σώφρονος καὶ αὐτουργοῦ , θεωρείσθω διὰ τῶν πραγμάτων αὐτῶν αἰτία τῆς μεταβολῆς .
9.2 ἐν ἀρχῇ μὲν γὰρ ὥσπερ εἴρηται πρὸς τὴν Κίμωνος δόξαν ἀντιταττόμενος ὑπεποιεῖτο τὸν δῆμον , ἐλαττούμενος δὲ πλούτῳ καὶ χρήμασιν , ἀφ’ ὧν ἐκεῖνος ἀνελάμβανε τοὺς πένητας , δεῖπνόν τε καθ’ ἡμέραν τῷ δεομένῳ παρέχων Ἀθηναίων καὶ τοὺς πρεσβυτέρους ἀμφιεννύων , τῶν τε χωρίων τοὺς φραγμοὺς ἀφαιρῶν ὅπως ὀπωρίζωσιν οἱ βουλόμενοι , τούτοις Περικλῆς καταδημαγωγούμενος τρέπεται πρὸς τὴν τῶν δημοσίων διανομήν , συμβουλεύσαντος αὐτῷ Δάμωνος τοῦ Δαμωνίδου τοῦ Οἴηθεν , ὡς Ἀριστοτέλης ἱστόρηκε .
9.3 καὶ ταχὺ θεωρικοῖς καὶ δικαστικοῖς λήμμασιν ἄλλαις τε μισθοφοραῖς καὶ χορηγίαις συνδεκάσας τὸ πλῆθος , ἐχρῆτο κατὰ τῆς ἐξ Ἀρείου πάγου βουλῆς , ἧς αὐτὸς οὐ μετεῖχε διὰ τὸ μήτ’ ἄρχων μήτε θεσμοθέτης μήτε βασιλεὺς μήτε πολέμαρχος λαχεῖν .
9.4 αὗται γὰρ αἱ ἀρχαὶ κληρωταί τ’ ἦσαν ἐκ παλαιοῦ , καὶ δι’ αὐτῶν οἱ δοκιμασθέντες ἀνέβαινον εἰς Ἄρειον πάγον .
9.5 διὸ καὶ μᾶλλον ἰσχύσας Περικλῆς ἐν τῷ δήμῳ κατεστασίασε τὴν βουλήν , ὥστε τὴν μὲν ἀφαιρεθῆναι τὰς πλείστας κρίσεις δι’ Ἐφιάλτου , Κίμωνα δ’ ὡς φιλολάκωνα καὶ μισόδημον ἐξοστρακισθῆναι , πλούτῳ μὲν καὶ γένει μηδενὸς ἀπολειπόμενον , νίκας δὲ καλλίστας νενικηκότα τοὺς βαρβάρους καὶ χρημάτων πολλῶν