8.1 Τῇ μέντοι περὶ τὸν βίον κατασκευῇ καὶ τῷ μεγέθει τοῦ φρονήματος ἁρμόζοντα λόγον ὥσπερ ὄργανον ἐξαρτυόμενος , παρενέτεινε πολλαχοῦ τὸν Ἀναξαγόραν , οἷον βαφὴν τῇ ῥητορικῇ τὴν φυσιολογίαν ὑποχεόμενος .
8.2 τὸ γὰρ ὑψηλόνουν τοῦτο καὶ πάντῃ τελεσιουργόν , ὡς θεῖος Πλάτων φησί , πρὸς τῷ εὐφυὴς εἶναι κτησάμενος ἐκ φυσιολογίας , καὶ τὸ πρόσφορον ἑλκύσας ἐπὶ τὴν τῶν λόγων τέχνην , πολὺ πάντων διήνεγκε .
8.3 διὸ καὶ τὴν ἐπίκλησιν αὐτῷ γενέσθαι λέγουσι · καίτοι τινὲς ἀπὸ τῶν ἀναθημάτων οἷς ἐκόσμησε τὴν πόλιν , οἱ δ’ ἀπὸ τῆς ἐν τῇ πολιτείᾳ καὶ ταῖς στρατηγίαις δυνάμεως Ὀλύμπιον αὐτὸν οἴονται προσαγορευθῆναι · καὶ συνδραμεῖν οὐδὲν ἀπέοικεν ἀπὸ πολλῶν προσόντων τῷ ἀνδρὶ τὴν δόξαν .
8.4 αἱ μέντοι κωμῳδίαι τῶν τότε διδασκάλων , σπουδῇ τε πολλὰς καὶ μετὰ γέλωτος ἀφεικότων φωνὰς εἰς αὐτόν , ἐπὶ τῷ λόγῳ μάλιστα τὴν προσωνυμίαν γενέσθαι δηλοῦσι , βροντᾶν μὲν αὐτὸν καὶ ἀστράπτειν ὅτε δημηγοροίη , δεινὸν δὲ κεραυνὸν ἐν γλώσσῃ φέρειν λεγόντων .
8.5 Διαμνημονεύεται δέ τις καὶ Θουκυδίδου τοῦ Μελησίου λόγος εἰς τὴν δεινότητα τοῦ Περικλέους μετὰ παιδιᾶς εἰρημένος . ἦν μὲν γὰρ Θουκυδίδης τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν , καὶ πλεῖστον ἀντεπολιτεύσατο τῷ Περικλεῖ χρόνον . Ἀρχιδάμου δὲ τοῦ Λακεδαιμονίων βασιλέως πυνθανομένου πότερον αὐτὸς Περικλῆς παλαίει βέλτιον , ὅταν εἶπεν ἐγὼ καταβάλω παλαίων , ἐκεῖνος ἀντιλέγων ὡς οὐ πέπτωκε , νικᾷ καὶ μεταπείθει τοὺς ὁρῶντας .
8.6 Οὐ μὴν ἀλλὰ καὶ οὕτως Περικλῆς περὶ τὸν λόγον εὐλαβὴς ἦν , ὥστ’ ἀεὶ πρὸς τὸ βῆμα βαδίζων ηὔχετο τοῖς θεοῖς μηδὲ ῥῆμα μηδὲν ἐκπεσεῖν ἄκοντος αὐτοῦ πρὸς