3.1 Περικλῆς γὰρ ἦν τῶν μὲν φυλῶν Ἀκαμαντίδης , τῶν δὲ δήμων Χολαργεύς , οἴκου δὲ καὶ γένους τοῦ πρώτου κατ’ ἀμφοτέρους .
3.2 Ξάνθιππος γὰρ νικήσας ἐν Μυκάλῃ τοὺς βασιλέως στρατηγοὺς ἔγημεν Ἀγαρίστην Κλεισθένους ἔγγονον , ὃς ἐξήλασε Πεισιστρατίδας καὶ κατέλυσε τὴν τυραννίδα γενναίως καὶ νόμους ἔθετο καὶ πολιτείαν ἄριστα κεκραμένην πρὸς ὁμόνοιαν καὶ σωτηρίαν κατέστησεν .
3.3 αὕτη κατὰ τοὺς ὕπνους ἔδοξε τεκεῖν λέοντα , καὶ μεθ’ ἡμέρας ὀλίγας ἔτεκε Περικλέα , τὰ μὲν ἄλλα τὴν ἰδέαν τοῦ σώματος ἄμεμπτον , προμήκη δὲ τῇ κεφαλῇ καὶ ἀσύμμετρον .
3.4 ὅθεν αἱ μὲν εἰκόνες αὐτοῦ σχεδὸν ἅπασαι κράνεσι περιέχονται , μὴ βουλομένων ὡς ἔοικε τῶν τεχνιτῶν ἐξονειδίζειν . οἱ δ’ Ἀττικοὶ ποιηταὶ σχινοκέφαλον αὐτὸν ἐκάλουν · τὴν γὰρ σκίλλαν ἔστιν ὅτε καὶ σχῖνον ὀνομάζουσι .
3.5 τῶν δὲ κωμικῶν μὲν Κρατῖνος ἐν Χείρωσι Στάσις δὲ ( φησί ) καὶ πρεσβυγενὴς Κρόνος ἀλλήλοισι μιγέντε μέγιστον τίκτετον τύραννον , ὃν δὴ Κεφαληγερέταν θεοὶ καλέουσι , καὶ πάλιν ἐν Νεμέσει · μόλ’ Ζεῦ ξένιε καὶ καραϊέ .
3.6 Τηλεκλείδης δὲ ποτὲ μὲν ὑπὸ τῶν πραγμάτων ἠπορημένον καθῆσθαί φησιν αὐτὸν ἐν τῇ πόλει καρηβαροῦντα , ποτὲ δὲ μόνον ἐκ κεφαλῆς ἑνδεκακλίνου θόρυβον πολὺν ἐξανατέλλειν ,
3.7 δ’ Εὔπολις ἐν τοῖς Δήμοις πυνθανόμενος περὶ ἑκάστου τῶν ἀναβεβηκότων ἐξ Ἅιδου δημαγωγῶν , ὡς Περικλῆς ὠνομάσθη τελευταῖος · τί περ κεφάλαιον τῶν κάτωθεν ἤγαγες .