4.1 Διδάσκαλον δ’ αὐτοῦ τῶν μουσικῶν οἱ πλεῖστοι Δάμωνα γενέσθαι λέγουσιν , οὗ φασι δεῖν τοὔνομα βραχύνοντας τὴν προτέραν συλλαβὴν ἐκφέρειν , Ἀριστοτέλης δὲ παρὰ Πυθοκλείδῃ μουσικὴν διαπονηθῆναι τὸν ἄνδρα φησίν .
4.2 δὲ Δάμων ἔοικεν ἄκρος ὢν σοφιστὴς καταδύεσθαι μὲν εἰς τὸ τῆς μουσικῆς ὄνομα πρὸς τοὺς πολλοὺς ἐπικρυπτόμενος τὴν δεινότητα , τῷ δὲ Περικλεῖ συνῆν καθάπερ ἀθλητῇ τῶν πολιτικῶν ἀλείπτης καὶ διδάσκαλος .
4.3 οὐ μὴν ἔλαθεν Δάμων τῇ λύρᾳ παρακαλύμματι χρώμενος , ἀλλ’ ὡς μεγαλοπράγμων καὶ φιλοτύραννος ἐξωστρακίσθη καὶ παρέσχε τοῖς κωμικοῖς διατριβήν .
4.4 γοῦν Πλάτων καὶ πυνθανόμενον αὐτοῦ τινα πεποίηκεν οὕτω · πρῶτον μὲν οὖν μοι λέξον , ἀντιβολῶ · σὺ γὰρ ὥς φασι Χείρων ἐξέθρεψας Περικλέα .
4.5 διήκουσε δὲ Περικλῆς καὶ Ζήνωνος τοῦ Ἐλεάτου πραγματευομένου μὲν περὶ φύσιν ὡς Παρμενίδης , ἐλεγκτικὴν δέ τινα καὶ δι’ ἀντιλογίας εἰς ἀπορίαν κατακλείουσαν ἐξασκήσαντος ἕξιν , ὥς που καὶ Τίμων Φλειάσιος εἴρηκε διὰ τούτων · ἀμφοτερογλώσσου τε μέγα σθένος οὐκ ἀλαπαδνὸν Ζήνωνος , πάντων ἐπιλήπτορος .
4.6 δὲ πλεῖστα Περικλεῖ συγγενόμενος καὶ μάλιστα περιθεὶς ὄγκον αὐτῷ καὶ φρόνημα δημαγωγίας ἐμβριθέστερον , ὅλως τε μετεωρίσας καὶ συνεξάρας τὸ ἀξίωμα τοῦ ἤθους , Ἀναξαγόρας ἦν Κλαζομένιος , ὃν οἱ τότ’ ἄνθρωποι Νοῦν προσηγόρευον , εἴτε τὴν σύνεσιν αὐτοῦ μεγάλην εἰς φυσιολογίαν καὶ περιττὴν διαφανεῖσαν θαυμάσαντες , εἴθ’ ὅτι τοῖς ὅλοις πρῶτος οὐ τύχην οὐδ’ ἀνάγκην διακοσμήσεως ἀρχήν , ἀλλὰ νοῦν ἐπέστησε καθαρὸν καὶ ἄκρατον , ἐν μεμειγμένοις πᾶσι τοῖς ἄλλοις ἀποκρίνοντα τὰς ὁμοιομερείας .