1.4 , τοὺς δὲ βαφεῖς καὶ μυρεψοὺς ἀνελευθέρους ἡγούμεθα καὶ βαναύσους .
1.5 διὸ καλῶς μὲν Ἀντισθένης ἀκούσας ὅτι σπουδαῖός ἐστιν αὐλητὴς Ἰσμηνίας , ἀλλ’ ἄνθρωπος ἔφη μοχθηρός · οὐ γὰρ ἂν οὕτω σπουδαῖος ἦν αὐλητής ·
1.6 δὲ Φίλιππος πρὸς τὸν υἱὸν ἐπιτερπῶς ἔν τινι πότῳ ψήλαντα καὶ τεχνικῶς εἶπεν · οὐκ αἰσχύνῃ καλῶς οὕτω ψάλλων ; ἀρκεῖ γάρ , ἂν βασιλεὺς ἀκροᾶσθαι ψαλλόντων σχολάζῃ , καὶ πολὺ νέμει ταῖς Μούσαις ἑτέρων ἀγωνιζομένων τὰ τοιαῦτα θεατὴς γιγνόμενος .