1.1 Ξένους τινὰς ἐν Ῥώμῃ πλουσίους κυνῶν ἔκγονα καὶ πιθήκων ἐν τοῖς κόλποις περιφέροντας καὶ ἀγαπῶντας ἰδὼν Καῖσαρ ὡς ἔοικεν ἠρώτησεν , εἰ παιδία παρ’ αὐτοῖς οὐ τίκτουσιν αἱ γυναῖκες , ἡγεμονικῶς σφόδρα νουθετήσας τοὺς τὸ φύσει φιλητικὸν ἐν ἡμῖν καὶ φιλόστοργον εἰς θηρία καταναλίσκοντας , ἀνθρώποις ὀφειλόμενον .
1.2 ἆρ’ οὖν , ἐπεὶ κυνῶν τε καὶ πιθήκων ἔκγονα φιλομαθές τι κέκτηται καὶ φιλοθέαμον ἡμῶν ψυχὴ φύσει , λόγον ἔχει ψέγειν τοὺς καταχρωμένους τούτῳ πρὸς τὰ μηδεμιᾶς ἄξια σπουδῆς ἀκούσματα καὶ θεάματα , τῶν δὲ καλῶν καὶ ὠφελίμων παραμελοῦντας ; τῇ μὲν γὰρ αἰσθήσει , κατὰ πάθος τὴν πληγὴν ἀντιλαμβανομένῃ τῶν προστυγχανόντων , ἴσως ἀνάγκη πᾶν τὸ φαινόμενον , ἄν τε χρήσιμον ἄν τ’ ἄχρηστον , θεωρεῖν , τῷ νῷ δ’ ἕκαστος , εἰ βούλοιτο , χρῆσθαι καὶ τρέπειν ἑαυτὸν ἀεὶ καὶ μεταβάλλειν ῥᾷστα πρὸς τὸ δοκοῦν πέφυκεν , ὥστε χρὴ διώκειν τὸ βέλτιστον , ἵνα μὴ θεωρῇ μόνον , ἀλλὰ καὶ τρέφηται τῷ θεωρεῖν .
1.3 ὡς γὰρ ὀφθαλμῷ χρόα πρόσφορος , ἧς τὸ ἀνθηρὸν ἅμα καὶ τερπνὸν ἀναζωπυρεῖ καὶ τρέφει τὴν ὄψιν , οὕτω τὴν διάνοιαν ἐπάγειν δεῖ θεάμασιν τῷ χαίρειν πρὸς τὸ οἰκεῖον αὐτὴν ἀγαθὸν ἐκκαλεῖ .
1.4 ταῦτα δ’ ἔστιν ἐν τοῖς ἀπ’ ἀρετῆς ἔργοις , καὶ ζῆλόν τινα καὶ προθυμίαν ἀγωγὸν εἰς μίμησιν ἐμποιεῖ τοῖς ἱστορήσασιν · ἐπεὶ τῶν γ’ ἄλλων οὐκ εὐθὺς ἀκολουθεῖ τῷ θαυμάσαι τὸ πραχθὲν ὁρμὴ πρὸς τὸ πρᾶξαι , πολλάκις δὲ καὶ τοὐναντίον χαίροντες τῷ ἔργῳ τοῦ δημιουργοῦ καταφρονοῦμεν , ὡς ἐπὶ τῶν μύρων καὶ τῶν ἁλουργῶν τούτοις μὲν ἡδόμεθα