38.1 Τότε δὲ τοῦ Περικλέους ἔοικεν λοιμὸς λαβέσθαι λαβὴν οὐκ ὀξεῖαν ὥσπερ ἄλλων οὐδὲ σύντονον , ἀλλὰ βληχρᾷ τινι νόσῳ καὶ μῆκος ἐν ποικίλαις ἐχούσῃ μεταβολαῖς διαχρωμένην τὸ σῶμα σχολαίως καὶ ὑπερείπουσαν τὸ φρόνημα τῆς ψυχῆς .
38.2 γοῦν Θεόφραστος ἐν τοῖς Ἠθικοῖς διαπορήσας , εἰ πρὸς τὰς τύχας τρέπεται τὰ ἤθη καὶ κινούμενα τοῖς τῶν σωμάτων πάθεσιν ἐξίσταται τῆς ἀρετῆς , ἱστόρηκεν ὅτι νοσῶν Περικλῆς ἐπισκοπουμένῳ τινὶ τῶν φίλων δείξειε περίαπτον ὑπὸ τῶν γυναικῶν τῷ τραχήλῳ περιηρτημένον , ὡς σφόδρα κακῶς ἔχων ὁπότε καὶ ταύτην ὑπομένοι τὴν ἀβελτερίαν .
38.3 ἤδη δὲ πρὸς τῷ τελευτᾶν ὄντος αὐτοῦ , περικαθήμενοι τῶν πολιτῶν οἱ βέλτιστοι καὶ τῶν φίλων οἱ περιόντες λόγον ἐποιοῦντο τῆς ἀρετῆς καὶ τῆς δυνάμεως , ὅση γένοιτο , καὶ τὰς πράξεις ἀνεμετροῦντο καὶ τῶν τροπαίων τὸ πλῆθος · ἐννέα γὰρ ἦν στρατηγῶν καὶ νικῶν ἔστησεν ὑπὲρ τῆς πόλεως .
38.4 ταῦθ’ ὡς οὐκέτι συνιέντος , ἀλλὰ καθῃρημένου τὴν αἴσθησιν αὐτοῦ , διελέγοντο πρὸς ἀλλήλους · δὲ πᾶσιν ἐτύγχανε τὸν νοῦν προσεσχηκώς , καὶ φθεγξάμενος εἰς μέσον ἔφη θαυμάζειν ὅτι ταῦτα μὲν ἐπαινοῦσιν αὐτοῦ καὶ μνημονεύουσιν , καὶ πρὸς τύχης ἐστὶ κοινὰ καὶ γέγονεν ἤδη πολλοῖς στρατηγοῖς , τὸ δὲ κάλλιστον καὶ μέγιστον οὐ λέγουσιν . οὐδεὶς γάρ ἔφη δι’ ἐμὲ τῶν πολιτῶν Ἀθηναίων μέλαν ἱμάτιον περιεβάλετο .