37.1 Τῆς δὲ πόλεως πειρωμένης τῶν ἄλλων στρατηγῶν εἰς τὸν πόλεμον καὶ ῥητόρων , οὐδεὶς βάρος ἔχων ἰσόρροπον οὐδ’ ἀξίωμα πρὸς τοσαύτην ἐχέγγυον ἡγεμονίαν ἐφαίνετο · ποθούσης δ’ ἐκεῖνον καὶ καλούσης ἐπὶ τὸ βῆμα καὶ τὸ στρατήγιον , ἀθυμῶν καὶ κείμενος οἴκοι διὰ τὸ πένθος ὑπ’ Ἀλκιβιάδου καὶ τῶν ἄλλων ἐπείσθη φίλων προελθεῖν .
37.2 ἀπολογησαμένου δὲ τοῦ δήμου τὴν ἀγνωμοσύνην τὴν πρὸς αὐτόν , ὑποδεξάμενος αὖθις τὰ πράγματα καὶ στρατηγὸς αἱρεθείς , ᾐτήσατο λυθῆναι τὸν περὶ τῶν νόθων νόμον , ὃν αὐτὸς εἰσενηνόχει πρότερον , ὡς μὴ παντάπασιν ἐρημίᾳ διαδοχῆς τὸν οἶκον ἐκλίποι τοὔνομα καὶ τὸ γένος .
37.3 εἶχε δ’ οὕτω τὰ περὶ τὸν νόμον . ἀκμάζων Περικλῆς ἐν τῇ πολιτείᾳ πρὸ πάνυ πολλῶν χρόνων καὶ παῖδας ἔχων ὥσπερ εἴρηται γνησίους , νόμον ἔγραψε , μόνους Ἀθηναίους εἶναι τοὺς ἐκ δυεῖν Ἀθηναίων γεγονότας .
37.4 ἐπεὶ δὲ τοῦ βασιλέως τῶν Αἰγυπτίων δωρεὰν τῷ δήμῳ πέμψαντος τετρακισμυρίους πυρῶν μεδίμνους ἔδει διανέμεσθαι τοὺς πολίτας , πολλαὶ μὲν ἀνεφύοντο δίκαι τοῖς νόθοις ἐκ τοῦ γράμματος ἐκείνου τέως διαλανθάνουσι καὶ παρορωμένοις , πολλοὶ δὲ καὶ συκοφαντήμασι περιέπιπτον . ἀπεκρίθησαν οὖν ἁλόντες ὀλίγῳ πεντακισχιλίων ἐλάττους , οἱ δὲ μείναντες ἐν τῇ πολιτείᾳ καὶ κριθέντες Ἀθηναῖοι μύριοι καὶ τετρακισχίλιοι καὶ τεσσαράκοντα τὸ πλῆθος ἐξητάσθησαν .
37.5 ὄντος οὖν δεινοῦ τὸν κατὰ τοσούτων ἰσχύσαντα νόμον ὑπ’ αὐτοῦ πάλιν λυθῆναι τοῦ γράψαντος , παροῦσα δυστυχία τῷ Περικλεῖ περὶ τὸν οἶκον , ὡς δίκην τινὰ δεδωκότι τῆς ὑπεροψίας καὶ τῆς μεγαλαυχίας ἐκείνης , ἐπέκλασε τοὺς Ἀθηναίους , καὶ δόξαντες αὐτὸν νεμεσητά τε παθεῖν ἀνθρωπίνων τε δεῖσθαι , συνεχώρησαν ἀπογράψασθαι τὸν