10.1 μὲν οὖν ἐξοστρακισμὸς ὡρισμένην εἶχε νόμῳ δεκαετίαν τοῖς φεύγουσιν · ἐν δὲ τῷ διὰ μέσου στρατῷ μεγάλῳ Λακεδαιμονίων ἐμβαλόντων εἰς τὴν Ταναγρικὴν καὶ τῶν Ἀθηναίων εὐθὺς ὁρμησάντων ἐπ’ αὐτούς , μὲν Κίμων ἐλθὼν ἐκ τῆς φυγῆς ἔθετο μετὰ τῶν φυλετῶν εἰς λόχον τὰ ὅπλα , καὶ δι’ ἔργων ἀπολύεσθαι τὸν Λακωνισμὸν ἐβούλετο συγκινδυνεύσας τοῖς πολίταις , οἱ δὲ φίλοι τοῦ Περικλέους συστάντες ἀπήλασαν αὐτὸν ὡς φυγάδα .
10.2 διὸ καὶ δοκεῖ Περικλῆς ἐρρωμενέστατα τὴν μάχην ἐκείνην ἀγωνίσασθαι καὶ γενέσθαι πάντων ἐπιφανέστατος , ἀφειδήσας τοῦ σώματος .
10.3 ἔπεσον δὲ καὶ τοῦ Κίμωνος οἱ φίλοι πάντες ὁμαλῶς οὓς Περικλῆς συνεπῃτίατο τοῦ Λακωνισμοῦ , καὶ μετάνοια δεινὴ τοὺς Ἀθηναίους καὶ πόθος ἔσχε τοῦ Κίμωνος , ἡττημένους μὲν ἐπὶ τῶν ὅρων τῆς Ἀττικῆς , προσδοκῶντας δὲ βαρὺν εἰς ἔτους ὥραν πόλεμον .
10.4 αἰσθόμενος οὖν Περικλῆς οὐκ ὤκνησε χαρίσασθαι τοῖς πολλοῖς , ἀλλὰ τὸ ψήφισμα γράψας αὐτὸς ἐκάλει τὸν ἄνδρα , κἀκεῖνος ἐπανελθὼν εἰρήνην ἐποίησε ταῖς πόλεσιν · οἰκείως γὰρ εἶχον οἱ Λακεδαιμόνιοι πρὸς αὐτόν , ὥσπερ ἀπήχθοντο τῷ Περικλεῖ καὶ τοῖς ἄλλοις δημαγωγοῖς .
10.5 ἔνιοι δέ φασιν οὐ πρότερον γραφῆναι τῷ Κίμωνι τὴν κάθοδον ὑπὸ τοῦ Περικλέους , συνθήκας αὐτοῖς ἀπορρήτους γενέσθαι δι’ Ἐλπινίκης , τῆς Κίμωνος ἀδελφῆς , ὥστε Κίμωνα μὲν ἐκπλεῦσαι λαβόντα ναῦς διακοσίας καὶ τῶν ἔξω στρατηγεῖν καταστρεφόμενον τὴν βασιλέως χώραν , Περικλεῖ δὲ τὴν ἐν ἄστει δύναμιν ὑπάρχειν .
10.6 ἐδόκει δὲ καὶ πρότερον Ἐλπινίκη τῷ Κίμωνι τὸν Περικλέα πρᾳότερον παρασχεῖν , ὅτε τὴν θανατικὴν δίκην ἔφευγεν . ἦν μὲν γὰρ εἷς τῶν κατηγόρων Περικλῆς ὑπὸ