75.1 δ’ οὖν Ἀλέξανδρος ὡς ἐνέδωκε τότε πρὸς τὰ θεῖα ταραχώδης γενόμενος καὶ περίφοβος τὴν διάνοιαν , οὐδὲν ἦν μικρὸν οὕτως τῶν ἀήθων καὶ ἀτόπων μὴ τέρας ἐποιεῖτο καὶ σημεῖον ἀλλὰ θυομένων καὶ καθαιρόντων καὶ μαντευόντων μεστὸν ἦν τὸ βασίλειον .
75.2 οὕτως ἄρα δεινὸν μὲν ἀπιστία πρὸς τὰ θεῖα καὶ καταφρόνησις αὐτῶν , δεινὴ δὲ αὖθις δεισιδαιμονία , , δίκην ὕδατος ἀεὶ πρὸς τὸ ταπεινούμενον καταρρέοντος , ἀνεπλήρου ἀβελτερίας κατάφοβον τὸν Ἀλέξανδρον γενόμενον . οὐ μὴν ἀλλὰ καὶ χρησμῶν γε τῶν περὶ Ἡφαιστίωνος ἐκ θεοῦ κομισθέντων ἀποθέμενος τὸ πένθος αὖθις ἦν ἐν θυσίαις καὶ πότοις .
75.3 ἑστιάσας δὲ λαμπρῶς τοὺς περὶ Νέαρχον , εἶτα λουσάμενος , ὥσπερ εἰώθει μέλλων καθεύδειν , Μηδίου δεηθέντος ᾤχετο κωμασόμενος πρὸς αὐτόν κἀκεῖ πιὼν ὅλην τὴν ἐπιοῦσαν ἡμέραν ἤρξατο πυρέττειν , οὔτε σκύφον Ἡρακλέους ἐκπιὼν οὔτε ἄφνω διαλγὴς γενόμενος τὸ μετάφρενον ὥσπερ λόγχῃ πεπληγώς , ἀλλὰ ταῦτά τινες ᾤοντο δεῖν γράφειν ὥσπερ δράματος μεγάλου τραγικὸν ἐξόδιον καὶ περιπαθὲς πλάσαντες .
75.4 Ἀριστόβουλος δέ φησιν αὐτόν πυρέττοντα μανικῶς , διψήσαντα δὲ σφόδρα πιεῖν οἶνον ἐκ τούτου δὲ φρενιτιᾶσαι , καὶ τελευτῆσαι τριακάδι Δαισίου μηνός .