76.1 ἐν δὲ ταῖς ἐφημερίσιν οὕτως γέγραπται τὰ περὶ τὴν νόσον . ὀγδόῃ ἐπὶ δεκάτῃ Δαισίου μηνὸς ἐκάθευδεν ἐν τῷ λουτρῶνι διὰ τὸ πυρέξαι . τῇ δὲ ἑξῆς λουσάμενος εἰς τὸν θάλαμον μετῆλθε , καὶ διημέρευε πρὸς Μήδιον κυβεύων . εἶτ’ ὀψὲ λουσάμενος καὶ τὰ ἱερὰ τοῖς θεοῖς ἐπιθείς ἐμφαγὼν διὰ νυκτὸς ἐπύρεξε .
76.2 τῇ εἰκάδι λουσάμενος πάλιν ἔθυσε τὴν εἰθισμένην θυσίαν καὶ κατακείμενος ἐν τῷ λουτρῶνι τοῖς περὶ Νέαρχον ἐσχόλαζεν , ἀκροώμενος τὰ περὶ τὸν πλοῦν καὶ τὴν μεγάλην θάλατταν . τῇ δεκάτῃ φθίνοντος ταὐτὰ ποιήσας μᾶλλον ἀνεφλέχθη , καὶ τὴν νύκτα βαρέως ἔσχε , καὶ τὴν ἐπιοῦσαν ἡμέραν ἐπύρεττε σφόδρα , καὶ μεταρθεὶς κατέκειτο παρὰ τὴν μεγάλην κολυμβήθραν , ὅτε δὴ τοῖς ἡγεμόσι διελέχθη περὶ τῶν ἐρήμων ἡγεμονίας τάξεων , ὅπως καταστήσωσι δοκιμάσαντες .
76.3 ἑβδόμῃ σφόδρα πυρέττων ἔθυσεν ἐξαρθεὶς πρὸς τὰ ἱερά τῶν δὲ ἡγεμόνων ἐκέλευε τοὺς μεγίστους διατρίβειν ἐν τῇ αὐλῇ , ταξιάρχους δὲ καὶ πεντακοσιάρχους ἔξω νυκτερεύειν . εἰς δὲ τὰ πέραν βασίλεια διακομισθεὶς τῇ ἕκτῃ μικρὸν ὕπνωσεν , δὲ πυρετὸς οὐκ ἀνῆκεν . ἐπελθόντων δὲ τῶν ἡγεμόνων ἦν ἄφωνος , ὁμοίως δὲ καὶ τὴν πέμπτην ·
76.4 διὸ καὶ τοῖς Μακεδόσιν ἔδοξε τεθνάναι , καὶ κατεβόων ἐλθόντες ἐπὶ τὰς θύρας , καὶ διηπειλοῦντο τοῖς ἑταίροις ἕως ἐβιάσαντο καὶ τῶν θυρῶν αὐτοῖς ἀνοιχθεισῶν ἐν τοῖς χιτῶσι καθ’ ἕνα πάντες παρὰ τὴν κλίνην παρεξῆλθον . ταύτης δὲ τῆς ἡμέρας οἱ περὶ Πύθωνα καὶ Σέλευκον εἰς τὸ Σεραπεῖον ἀποσταλέντες ἠρώτων εἰ κομίσωσιν ἐκεῖ τὸν Ἀλέξανδρον δὲ θεὸς κατὰ χώραν ἐᾶν ἀνεῖλε . τῇ δὲ τρίτῃ φθίνοντος πρὸς δείλην