74.1 ταῦτα ἀκούσας Ἀλέξανδρος τὸν μὲν ἄνθρωπον , ὥσπερ ἐκέλευον οἱ μάντεις , ἠφάνισεν αὐτὸς δὲ ἠθύμει καὶ δύσελπις ἦν πρὸς τὸ θεῖον ἤδη καὶ πρὸς τοὺς φίλους ὕποπτος , Μάλιστα δὲ Ἀντίπατρον ἐφοβεῖτο καὶ τοὺς παῖδας , ὧν Ἰόλας μὲν ἀρχιοινοχόος ἦν , δὲ Κάσανδρος ἀφῖκτο μὲν νεωστί , θεασάμενος δὲ βαρβάρους τινὰς προσκυνοῦντας , ἅτε δὴ τεθραμμένος Ἑλληνικῶς καὶ τοιοῦτο πρότερον μηδὲν ἑωρακώς , ἐγέλασε προπετέστερον .
74.2 δὲ Ἀλέξανδρος ὠργίσθη , καὶ δραξάμενος αὐτοῦ τῶν τριχῶν σφόδρα ταῖς χερσὶν ἀμφοτέραις ἔπαισε τὴν κεφαλὴν πρὸς τὸν τοῖχον . αὖθις δὲ πρὸς τοὺς κατηγοροῦντας Ἀντιπάτρου λέγειν τι βουλόμενον τὸν Κάσανδρον ἐκκρούων , ʹ τί λέγεις ; ʹ ἔφη , ʹ τοσαύτην ὁδὸν ἀνθρώπους μηδὲν ἀδικουμένους , ἀλλὰ συκοφαντοῦντας ἐλθεῖν ; ʹ
74.3 φήσαντος δὲ τοῦ Κασάνδρου τοῦτο αὐτὸ σημεῖον εἶναι τοῦ συκοφαντεῖν , ὅτι μακρὰν ἥκουσι τῶν ἐλέγχων , ἀναγελάσας Ἀλέξανδρος , ʹ ταῦτα ἐκεῖνα , ʹ ἔφη , ʹ σοφίσματα τῶν Ἀριστοτέλους εἰς ἑκάτερον τὸν λόγον οἰμωξομένων , ἂν καὶ μικρὸν ἀδικοῦντες τοὺς ἀνθρώπους φανῆτε . ʹ
74.4 τὸ δὲ ὅλον οὕτω φασὶ δεινὸν ἐνδῦναι καὶ δευσοποιὸν ἐγγενέσθαι τῇ ψυχῇ τοῦ Κασάνδρου τὸ δέος , ὥστε ὕστερον χρόνοις πολλοῖς , ἤδη Μακεδόνων βασιλεύοντα καὶ κρατοῦντα τῆς Ἑλλάδος , ἐν Δελφοῖς περιπατοῦντα καὶ θεώμενον τοὺς ἀνδριάντας , εἰκόνος Ἀλεξάνδρου φανείσης , ἄφνω πληγέντα φρῖξαι καὶ κραδανθῆναι τὸ σῶμα καὶ μόλις ἀναλαβεῖν ἑαυτόν , ἰλιγγιάσαντα πρὸς τὴν ὄψιν .