66.1 δὲ διὰ τῶν ποταμῶν πρὸς τὴν θάλατταν ὑπαγωγὴ μηνῶν ἑπτὰ χρόνον ἀνάλωσεν . ἐμβαλὼν δὲ ταῖς ναυσὶν εἰς τὸν Ὠκεανόν ἀνέπλευσε πρὸς νῆσον ἣν Σκιλλοῦστιν αὐτὸς ὠνόμασεν , ἕτεροι δὲ Ψιλτοῦκιν . ἐνταῦθα δὲ ἀποβὰς ἔθυε τοῖς θεοῖς , καὶ τὴν φύσιν ἐπεῖδε τοῦ πελάγους καὶ τῆς παραλίας ὅσον ἐφικτὸν ἦν . εἶτα ἐπευξάμενος μηδένα μετ’ αὐτὸν ἀνθρώπων ὑπερβῆναι τοὺς ὅρους τῆς στρατείας ἀνέστρεφε .
66.2 καὶ τὰς μὲν ναῦς ἐκέλευσε περιπλεῖν ἐν δεξιᾷ τὴν Ἰνδικὴν ἐχούσας , ἡγεμόνα μὲν Νέαρχον ἀποδείξας , ἀρχικυβερνήτην δὲ Ὀνησίκριτον αὐτὸς δὲ πεζῇ δι’ Ὠρειτῶν πορευόμενος εἰς ἐσχάτην ἀπορίαν προήχθη καὶ πλῆθος ἀνθρώπων ἀπώλεσεν , ὥστε τῆς μαχίμου δυνάμεως μηδὲ τὸ τέταρτον ἐκ τῆς Ἰνδικῆς ἀπαγαγεῖν . καίτοι δώδεκα μὲν μυριάδες ἦσαν οἱ πεζοί , τὸ δ’ ἱππικὸν εἰς μυρίους καὶ πεντακισχιλίους .
66.3 ἀλλὰ καὶ νόσοι χαλεπαὶ καὶ δίαιται πονηραὶ καὶ καύματα ξηρὰ καὶ πλείστους λιμὸς διέφθειρεν , ἄσπορον χώραν ἐπιόντας ἀνθρώπων κακοβίων , ὀλίγα καὶ ἀγεννῆ πρόβατα κεκτημένων , τοὺς θαλαττίους ἰχθῦς εἰθισμένα προσφέρεσθαι σάρκα μοχθηρὰν εἶχε καὶ δυσώδη . μόλις οὖν ἐν ἡμέραις ἑξήκοντα ταύτην διελθὼν καὶ τῆς Γεδρωσίας ἁψάμενος εὐθὺς ἐν ἀφθόνοις ἦν πᾶσι , τῶν ἔγγιστα σατραπῶν καὶ βασιλέων παρασκευασάντων .