65.1 τούτους μὲν οὖν ἀφῆκε δωρησάμενος πρὸς δὲ τοὺς ἓν δόξῃ μάλιστα καί καθ’ αὑτοὺς ἐν ἡσυχίᾳ ζῶντας ἔπεμψεν Ὀνησίκριτον , ἀφικέσθαι δεόμενος πρὸς αὐτὸν , δὲ Ὀνησίκριτος ἦν φιλόσοφος τῶν Διογένει τῷ κυνικῷ συνεσχολακότων .
65.2 καί φησι τὸν μὲν Καλανὸν ὑβριστικῶς πάνυ καί τραχέως κελεύειν ἀποδύντα τὸν χιτῶνα γυμνὸν ἀκροᾶσθαι τῶν λόγων ἄλλως δὲ οὐ διαλέξεσθαι πρὸς αὐτὸν , οὐδ’ εἰ παρὰ τοῦ Διὸς ἀφῖκται τὸν δὲ Δάνδαμιν πρᾳότερον εἶναι , καί διακούσαντα περὶ Σωκράτους καί Πυθαγόρου καί Διογένους εἰπεῖν ὡς εὐφυεῖς μὲν αὐτῷ γεγονέναι δοκοῦσιν οἱ ἄνδρες , λίαν δὲ τοὺς νόμους αἰσχυνόμενοι βεβιωκέναι .
65.3 ἄλλοι δέ φασι τὸν Δάνδαμιν οὐδὲν εἰπεῖν ἀλλ’ τοσοῦτον μόνον ʹ τίνος χάριν Ἀλέξανδρος ὁδὸν τοσαύτην δεῦρ’ ἦλθε ; ʹ τὸν μέντοι Καλανὸν ἔπεισεν Ταξίλης ἐλθεῖν πρὸς Ἀλέξανδρον . ἐκαλεῖτο δὲ Σφίνης ἐπεὶ δὲ κατ’ Ἰνδικὴν γλῶτταν τῷ καλὲ προσαγορεύων ἀντὶ τοῦ χαίρειν τοὺς ἐντυγχάνοντας ἠσπάζετο , Καλανὸς ὑπὸ τῶν Ἑλλήνων ὠνομάσθη . τοῦτον δὲ λέγεται καί τὸ παράδειγμα τῆς ἀρχῆς τῷ Ἀλεξάνδρῳ προθέσθαι .
65.4 καταβαλὼν γὰρ ἐν μέσῳ βύρσαν τινὰ ξηρὰν καί κατεσκληκυῖαν ἐπάτησε τὸ ἄκρον δὲ εἰς ἓν πιεσθεῖσα τοῖς ἄλλοις ἐπήρθη μέρεσι . καί τοῦτο περιϊὼν ἐν κύκλῳ καί πιέζων καθ’ ἕκαστον ἐδείκνυε γιγνόμενον , ἄχρι οὗ τὸ μέσον ἐπιστὰς κατέσχε καί πάντα οὕτως ἠρέμησεν . ἐβούλετο δὲ εἰκὼν ἔνδειξις εἶναι τοῦ τὰ μέσα δεῖν μάλιστα τῆς ἀρχῆς πιέζειν καὶ μὴ μακρὰν ἀποπλανᾶσθαι τὸν Ἀλέξανδρον .