67.1 ἀναλαβὼν οὖν ἐνταῦθα τὴν δύναμιν ἐξώρμησε κώμῳ χρώμενος ἐφ’ ἡμέρας ἑπτὰ διὰ τῆς Καρμανίας , αὐτὸν μὲν οὖν ἵπποι σχέδην ἐκόμιζον ὀκτώ , μετὰ τῶν ἑταίρων ὑπὲρ θυμέλης ἐν ὑψηλῷ καὶ περιφανεῖ πλαισίῳ πεπηγυίας εὐωχούμενον συνεχῶς ἡμέρας καὶ νυκτός · ἅμαξαι δὲ παμπληθεῖς , αἱ μὲν ἁλουργοῖς καὶ ποικίλοις περιβολαίοις , αἱ δ’ ὕλης ἀεὶ προσφάτου καὶ χλωρᾶς σκιαζόμεναι κλάδοις , εἵποντο τοὺς ἄλλους ἄγουσαι φίλους καὶ ἡγεμόνας ἐστεφανωμένους καὶ πίνοντας .
67.2 εἶδες δ’ ἂν οὐ πέλτην , οὐ κράνος , οὐ σάρισαν , ἀλλὰ φιάλαις καὶ ῥυτοῖς καὶ θηρικλείοις παρὰ τὴν ὁδὸν ἅπασαν οἱ στρατιῶται βαπτίζοντες ἐκ πίθων μεγάλων καὶ κρατήρων ἀλλήλοις προέπινον , οἱ μὲν ἐν τῷ προάγειν ἅμα καὶ βαδίζειν , οἱ δὲ κατακείμενοι . πολλὴ δὲ μοῦσα συρίγγων καὶ αὐλῶν ᾠδῆς τε καὶ ψαλμοῦ καὶ βακχείας γυναικῶν κατεῖχε πάντα τόπον .
67.3 τῷ δὲ ἀτάκτῳ καὶ πεπλανημένῳ τῆς πορείας παρείπετο καὶ παιδιὰ βακχικῆς ὕβρεως , ὡς τοῦ θεοῦ παρόντος αὐτοῦ καὶ συμπαραπέμποντος τὸν κῶμον . ἐπεὶ δὲ ἧκε τῆς Γεδρωσίας εἰς τὸ βασίλειον , αὖθις ἀνελάμβανε τὴν στρατιὰν πανηγυρίζων .
67.4 λέγεται δὲ μεθύοντα αὐτὸν θεωρεῖν ἀγῶνας χορῶν , τὸν δὲ ἐρώμενον Βαγώαν χορεύοντα νικῆσαι καὶ κεκοσμημένον διὰ τοῦ θεάτρου παρελθόντα καθίσαι παρ’ αὐτόν · ἰδόντας δὲ τοὺς Μακεδόνας κροτεῖν καὶ βοᾶν φιλῆσαι κελεύοντας , ἄχρι οὗ περιβαλὼν κατεφίλησεν .