57.4 , στιλπνότητά τε καὶ λιπαρότητα παντάπασιν ἀπαράλλακτον , καὶ ταῦτα τῆς χώρας μηδὲ ἐλαίας φερούσης .
57.5 λέγεται μὲν οὖν καὶ τὸν Ὦξον αὐτὸν εἶναι μαλακώτατον ὕδωρ , ὥστε τὸ δέρμα τοῖς λουομένοις ἐπιλιπαίνειν . οὐ μὴν ἀλλὰ θαυμαστῶς Ἀλέξανδρος ἡσθεὶς δῆλός ἐστιν ἐξ ὧν γράφει πρὸς Ἀντίπατρον , ἐν τοῖς μεγίστοις τοῦτο τῶν ἀπὸ τοῦ θεοῦ γεγονότων αὐτῷ τιθέμενος , οἱ δὲ μάντεις ἐνδόξου μὲν στρατείας , ἐπιπόνου δὲ καὶ χαλεπῆς τὸ σημεῖον ἐποιοῦντο · πόνων γὰρ ἀρωγὴν ἔλαιον ἀνθρώποις ὑπὸ θεοῦ δεδόσθαι .