58.1 πολλοὶ μὲν οὖν κατὰ τὰς μάχας αὐτῷ κίνδυνοι συνέπεσον καὶ τραύμασι νεανικοῖς ἀπήντησε , τὴν δὲ πλείστην φθορὰν ἀπορίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ περιέχοντος ἀπειργάσαντο τῆς στρατιᾶς , αὐτὸς δὲ τόλμῃ τὴν τύχην ὑπερβαλέσθαι καὶ τὴν δύναμιν ἀρετῇ φιλοτιμούμενος , οὐδὲν ᾤετο τοῖς θαρροῦσιν ἀνάλωτον οὐδὲ ὀχυρὸν εἶναι τοῖς ἀτόλμοις .
58.2 λέγεται δὲ τὴν Σισιμίθρου πολιορκῶν πέτραν ἄβατον οὖσαν καὶ ἀπότομον ἀθυμούντων τῶν στρατιωτῶν ἐρωτῆσαι τὸν Ὀξυάρτην ποῖός τις αὐτὸς εἴη τὴν ψυχὴν Σισιμίθρης . φήσαντος δὲ τοῦ Ὀξυάρτου δειλότατον ἀνθρώπων , ʹ λέγεις σύ γε , ʹ φάναι , ʹ τὴν πέτραν ἁλώσιμον ἡμῖν εἶναι τὸ γὰρ ἄρχον αὐτῆς οὐκ ὀχυρόν ἐστι . ʹ
58.3 ταύτην μὲν οὖν ἐκφοβήσας τὸν Σισιμίθρην ἔλαβεν . ἑτέρᾳ δὲ ὁμοίως ἀποτόμῳ προσβαλὼν τοὺς νεωτέρους τῶν Μακεδόνων παρώρμα , καὶ Ἀλέξανδρόν τινα καλούμενον μὲν προσαγορεύσας , ʹ ἀλλὰ σοί γε , ʹ εἶπεν , ʹ ἀνδραγαθεῖν προσήκει καὶ διὰ τὴν ἐπωνυμίαν . ʹ ἐπεὶ δὲ λαμπρῶς νεανίας ἀγωνιζόμενος ἔπεσεν , οὐ μετρίως ἐδήχθη .
58.4 τῇ δὲ καλουμένῃ Νύσῃ τῶν Μακεδόνων ὀκνούντων προσάγειν ; καὶ γάρ ποταμὸς ἦν πρὸς αὐτῇ βαθὺσ’ ἐπιστὰς , ʹ τί γὰρ , ʹ εἶπεν , ʹ κάκιστος ἐγὼ νεῖν οὐκ ἔμαθον ʹ καὶ ἤδη ἔχων τὴν ἀσπίδα περᾶν ἠθέλησεν . ἐπεὶ δὲ καταπαύσαντος τὴν μάχην αὐτοῦ παρῆσαν ἀπὸ τῶν πολιορκουμένων πόλεων πρέσβεις δεησόμενοι , πρῶτον μὲν ὀφθεὶς ἀθεράπευτος ἐν τοῖς ὅπλοις ἐξέπληξεν αὐτούς · ἔπειτα προσκεφαλαίου τινὸς αὐτῷ κομισθέντος ἐκέλευσε λαβόντα καθίσαι τὸν πρεσβύτατον · Ἄκουφις ἐκαλεῖτο .
58.5 θαυμάσας οὖν τὴν λαμπρότητα καὶ φιλανθρωπίαν Ἄκουφις ἠρώτα