57.1 μέλλων δὲ ὑπερβάλλειν εἰς τὴν Ἰνδικὴν , ὡς ἑώρα πλήθει λαφύρων τὴν στρατιὰν ἤδη βαρεῖαν καὶ δυσκίνητον οὖσαν , ἅμ’ ἡμέρᾳ συνεσκευασμένων τῶν ἁμαξῶν , πρώτας μὲν ὑπέπρησε τὰς αὐτοῦ καὶ τῶν ἑταίρων , μετὰ δὲ ταύτας ἐκέλευσε καὶ ταῖς τῶν Μακεδόνων ἐνεῖναι πῦρ . καὶ τοῦ πράγματος τὸ βούλευμα μεῖζον ἐφάνη καὶ δεινότερον τὸ ἔργον .
57.2 ὀλίγους μὲν γὰρ ἠνίασεν , οἱ δὲ πλεῖστοι βοῇ καὶ ἀλαλαγμῷ μετὰ ἐνθουσιασμοῦ τὰ μὲν ἀναγκαῖα τοῖς δεομένοις μεταδιδόντες , τὰ δὲ περιόντα τῆς χρείας αὐτοὶ κατακαίοντες καὶ διαφθείροντες ὁρμῆς καὶ προθυμίας ἐνεπίμπλασαν τὸν Ἀλέξανδρον . ἤδη δὲ καὶ φοβερὸς ἦν καὶ ἀπαραίτητος κολαστὴς τῶν πλημμελούντων . καὶ γὰρ Μένανδρόν τινα τῶν ἑταίρων ἄρχοντα φρουρίου καταστήσας , ὡς οὐκ ἐβούλετο μένειν , ἀπέκτεινε , καὶ τῶν ἀποστάντων βαρβάρων Ὀρσοδάτην αὐτὸς κατετόξευσε .
57.3 προβάτου δὲ τεκόντος ἄρνα περὶ τῇ κεφαλῇ σχῆμα καὶ χρῶμα τιάρας ἔχοντα καὶ διδύμους ἑκατέρωθεν αὐτοῦ , βδελυχθεὶς τὸ σημεῖον ἐκαθάρθη μὲν ὑπὸ τῶν Βαβυλωνίων , οὓς ἐξ ἔθους ἐπήγετο πρὸς τὰ τοιαῦτα · διελέχθη δὲ πρὸς τοὺς φίλους ὡς οὐ δι’ αὑτόν , ἀλλὰ δι’ ἐκείνους ταράττοιτο , μὴ τὸ κράτος εἰς ἀγεννῆ καὶ ἄναλκιν ἄνθρωπον ἐκλιπόντος αὐτοῦ περιστήσῃ τὸ δαιμόνιον . οὐ μὴν ἀλλὰ βέλτιόν τι σημεῖον γενόμενον τὴν ἀθυμίαν ἔλυσεν .
57.4 γὰρ ἐπὶ τῶν στρωματοφυλάκων τεταγμένος ἀνὴρ Μακεδὼν , ὄνομα Πρόξενος , τῇ βασιλικῇ σκηνῇ χώραν ὀρύττων παρὰ τὸν Ὦξον ποταμόν ἀνεκάλυψε πηγὴν ὑγροῦ λιπαροῦ καὶ πιμελώδους · ἀπαντλουμένου δὲ τοῦ πρώτου καθαρὸν ἀνέβλυζεν ἤδη καὶ διαυγές ἔλαιον , οὔτε ὀσμῇ δοκοῦν οὔτε γεύσει ἐλαίου διαφέρειν