51.4 τοῦ ἀνδρῶνος .
51.5 δὲ κατ’ ἄλλας θύρας αὖθις εἰσῄει , μάλα ὀλιγώρως καὶ θρασέως Εὐριπίδου τὰ ἐξ Ἀνδρομάχης ἰαμβεῖα ταῦτα περαίνων οἴμοι , καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται . οὕτω δὴ λαβὼν παρά τινος τῶν δορυφόρων Ἀλέξανδρος αἰχμήν ἀπαντῶντα τὸν Κλεῖτον αὐτῷ καὶ παράγοντα τὸ πρὸ τῆς θύρας παρακάλυμμα διελαύνει .
51.6 πεσόντος δὲ μετὰ στεναγμοῦ καὶ βρυχήματος εὐθὺς ἀφῆκεν θυμὸς αὐτόν , καὶ γενόμενος παρ’ ἑαυτῷ καὶ τοὺς φίλους ἰδὼν ἀφώνους ἑστῶτας ἑλκύσασθαι μὲν ἐκ τοῦ νεκροῦ τὴν αἰχμήν ἔφθασε , παῖσαι δ’ ἑαυτὸν ὁρμήσας παρά τὸν τράχηλον ἐπεσχέθη , τῶν σωματοφυλάκων τὰς χεῖρας αὐτοῦ λαβόντων καὶ τὸ σῶμα βίᾳ παρενεγκόντων εἰς τὸν θάλαμον .