51.1 παροξυνθεὶς οὖν Ἀλέξανδρος , ʹ ταῦτα , ʹ εἶπεν , ʹ κακὴ κεφαλὴ , σὺ περὶ ἡμῶν ἑκάστοτε λέγων καὶ διαστασιάζων Μακεδόνας χαιρήσειν νομίζεις ; ʹ ʹ ἀλλ’ οὐδὲ νῦν , ʹ ἔφη , ʹ χαίρομεν , Ἀλέξανδρε , τοιαῦτα τέλη τῶν πόνων κομιζόμενοι , μακαρίζομεν δὲ τοὺς ἤδη τεθνηκότας πρὶν ἐπιδεῖν Μηδικαῖς ῥάβδοις ξαινομένους Μακεδόνας , καὶ Περσῶν δεομένους ἵνα τῷ βασιλεῖ προσέλθωμεν . ʹ
51.2 τοιαῦτα τοῦ Κλείτου παρρησιαζομένου καὶ τῶν περὶ Ἀλέξανδρον ἀντανισταμένων καὶ λοιδορούντων αὐτόν , οἱ πρεσβύτεροι κατέχειν ἐπειρῶντο τὸν θόρυβον . δὲ Ἀλέξανδρος ἀποστραφεὶς πρὸς Ξενόδοχον τὸν Καρδιανὸν καὶ τὸν Κολοφώνιον Ἀρτέμιον , ʹ οὐ δοκοῦσιν , ʹ εἶπεν , ʹ ὑμῖν οἱ Ἕλληνες ἐν τοῖς Μακεδόσιν ὥσπερ ἐν θηρίοις ἡμίθεοι περιπατεῖν ; ʹ
51.3 τοῦ δὲ Κλείτου μὴ εἴκοντος , ἀλλὰ εἰς μέσον βούλεται λέγειν τὸν Ἀλέξανδρον κελεύοντος , μὴ καλεῖν ἐπὶ δεῖπνον ἄνδρας ἐλευθέρους καὶ παρρησίαν ἔχοντας , ἀλλὰ μετὰ βαρβάρων ζῆν καὶ ἀνδραπόδων , οἳ τὴν Περσικὴν ζώνην καὶ τὸν διάλευκον αὐτοῦ χιτῶνα προσκυνήσουσιν , οὐκέτι φέρων τὴν ὀργὴν Ἀλέξανδρος μήλων παρακειμένων ἑνὶ βαλὼν ἔπαισεν αὐτὸν καὶ τὸ ἐγχειρίδιον ἐζήτει .
51.4 τῶν δὲ σωματοφυλάκων ἑνὸς Ἀριστοφάνους φθάσαντος ὑφελέσθαι , καὶ τῶν ἄλλων περιεχόντων καὶ δεομένων , ἀναπηδήσας ἀνεβόα Μακεδονιστὶ καλῶν τοὺς ὑπασπιστάς τοῦτο δὲ ἦν σύμβολον θορύβου μεγάλου , καὶ τὸν σαλπιγκτὴν ἐκέλευσε σημαίνειν , καὶ πὺξ ἔπαισεν ὡς διατρίβοντα καὶ μὴ βουλόμενον . οὗτος μὲν οὖν ὕστερον εὐδοκίμησεν ὡς τοῦ μὴ συνταραχθῆναι τὸ στρατόπεδον αἰτιώτατος γενόμενος , τὸν δὲ Κλεῖτον οὐχ ὑφιέμενον οἱ φίλοι μόλις ἐξέωσαν