50.5 ἐν βαρβάροις καὶ πολεμίοις ὑβρίζεσθαι Μακεδόνας πολὺ βελτίονας τῶν γελώντων , εἰ καὶ δυστυχίᾳ κέχρηνται .
50.6 φήσαντος δὲ τοῦ Ἀλεξάνδρου τόν Κλεῖτον αὑτῷ συνηγορεῖν δυστυχίαν ἀποφαίνοντα τὴν δειλίαν , ἐπαναστὰς Κλεῖτος , ʹ αὕτη μέντοι σε , ʹ εἶπεν , ʹ δειλία τόν ἐκ θεῶν ἤδη τῷ Σπιθριδάτου ξίφει τόν νῶτον ἐπιτρέποντα περιεποίησε , καὶ τῷ Μακεδόνων αἵματι καὶ τοῖς τραύμασι τούτοις ἐγένου τηλικοῦτος ὥστε Ἄμμωνι σαυτὸν εἰσποιεῖν ἀπειπάμενος Φίλιππον . ʹ