50.1 οὐ πολλῷ δὲ ὕστερον συνηνέχθη καὶ τὰ περὶ Κλεῖτον , οὕτω μὲν ἁπλῶς πυθομένοις τῶν κατὰ Φιλώταν ἀγριώτερα λόγῳ μέντοι συντιθέντες ἅμα καὶ τὴν αἰτίαν καὶ τόν καιρόν , οὐκ ἀπὸ γνώμης , ἀλλὰ δυστυχίᾳ τινὶ ταῦτα εὑρίσκομεν πεπραγμένα τοῦ βασιλέως , ὀργὴν καὶ μέθην πρόφασιν τῷ Κλείτου δαίμονι παρασχόντος .
50.2 ἐπράχθη δὲ οὕτως . ἧκόν τινες ὀπώραν Ἑλληνικὴν ἀπὸ θαλάσσης τῷ βασιλεῖ κομίζοντες , δὲ θαυμάσας τὴν ἀκμὴν καὶ τὸ κάλλος ἐκάλει τόν Κλεῖτον , ἐπιδεῖξαι καὶ μεταδοῦναι βουλόμενος . δὲ θύων μὲν ἐτύγχανεν , ἀφεὶς δὲ τὴν θυσίαν ἐβάδιζε καὶ τρία τῶν κατεσπεισμένων προβάτων ἐπηκολούθησεν αὑτῷ .
50.3 πυθόμενος δὲ βασιλεὺς ἀνεκοινοῦτο τοῖς μάντεσιν Ἀριστάνδρῳ καὶ Κλεομάντει τῷ Λάκωνι . φησάντων δὲ πονηρὸν εἶναι τὸ σημεῖον , ἐκέλευσεν ἐκθύσασθαι κατὰ τάχος ὑπὲρ τοῦ Κλείτου . καὶ γὰρ αὐτὸς ἡμέρᾳ τρίτῃ κατὰ τοὺς ὕπνους ἰδεῖν ὄψιν ἄτοπον δόξαι γὰρ αὑτῷ τόν Κλεῖτον μετὰ τῶν Παρμενίωνος υἱῶν ἐν μέλασιν ἱματίοις καθέζεσθαι , τεθνηκότων ἁπάντων .
50.4 οὐ μὴν ἔφθασεν Κλεῖτος ἐκθυσάμενος , ἀλλ’ εὐθὺς ἐπὶ τὸ δεῖπνον ἧκε , τεθυκότος τοῦ βασιλέως Διοσκούροις . πότου δὲ νεανικοῦ συρραγέντος ᾔδετο ποιήματα Πρανίχου τινός , ὡς δέ φασιν ἔνιοι , Πιερίωνος , εἰς τοὺς στρατηγοὺς πεποιημένα τοὺς ἔναγχος ἡττημένους ὑπὸ τῶν βαρβάρων ἐπ’ αἰσχύνῃ καὶ γέλωτι .
50.5 τῶν δὲ πρεσβυτέρων δυσχεραινόντων καὶ λοιδορούντων τόν τε ποιητὴν καὶ τόν ᾄδοντα , τοῦ δὲ Ἀλεξάνδρου καὶ τῶν περὶ αὐτὸν ἡδέως ἀκροωμένων καὶ λέγειν κελευόντων , Κλεῖτος ἤδη μεθύων καὶ φύσει τραχὺς ὢν ὀργὴν καὶ αὐθάδης ἠγανάκτει μάλιστα , φάσκων οὐ καλῶς