49.5 καθ’ αὑτὸν ἀλλὰ τοῦτον μὲν ὑπηρέτην εἶναι , μᾶλλον δὲ ὄργανον ἀπὸ μείζονος ἀρχῆς ἀφιέμενον , ἐν ἐκείνοις δὲ τὴν ἐπιβουλὴν ζητητέον οἷς μάλιστα ταῦτα λανθάνειν συνέφερε .
49.6 τοιούτοις λόγοις καὶ ὑπονοίαις ἀναπετάσαντος τὰ ὦτα τοῦ βασιλέως ἐπῆγον ἤδη μυρίας κατὰ τοῦ Φιλώτου διαβολάς . ἐκ τούτου δὲ συλληφθεὶς ἀνεκρίνετο , τῶν ἑταίρων ἐφεστώτων ταῖς βασάνοις , Ἀλεξάνδρου δὲ κατακούοντος ἔξωθεν αὐλαίας παρατεταμένης ὅτε δὴ καί φασιν αὑτὸν εἰπεῖν , οἰκτρὰς καὶ ταπεινὰς τοῦ Φιλώτου φωνὰς καὶ δεήσεις τοῖς περὶ τὸν Ἡφαιστίωνα προσφέροντος ʹ οὕτω δὴ μαλακὸς ὢν , Φιλώτα , καὶ ἄνανδρος ἐπεχείρεις πράγμασι τηλικούτοις ; ʹ
49.7 ἀποθανόντος δὲ τοῦ Φιλώτου καὶ Παρμενίωνα πέμψας εὐθὺς εἰς Μηδίαν ἀνεῖλεν , ἄνδρα πολλὰ μὲν Φιλίππῳ συγκατεργασάμενον , μόνον δὲ μάλιστα τῶν πρεσβυτέρων φίλων Ἀλέξανδρον εἰς Ἀσίαν ἐξορμήσαντα διαβῆναι , τριῶν δὲ υἱῶν οὓς ἔσχεν , ἐπὶ τῆς στρατιᾶς δύο μὲν ἐπιδόντα πρότερον ἀποθανόντας , τῷ δὲ τρίτῳ συναναιρεθέντα .
49.8 ταῦτα πραχθέντα πολλοῖς τῶν φίλων φοβερὸν ἐποίησε τὸν Ἀλέξανδρον , μάλιστα δὲ Ἀντιπάτρῳ καὶ πρὸς Αἰτωλοὺς ἔπεμψε κρύφα πίστεις διδοὺς καὶ λαμβάνων . ἐφοβοῦντο γὰρ Ἀλέξανδρον Αἰτωλοὶ διὰ τὴν Οἰνιαδῶν ἀνάστασιν , ἣν πυθόμενος οὐκ Οἰνιαδῶν ἔφη παῖδας , ἀλλ’ αὑτὸν ἐπιθήσειν δίκην Αἰτωλοῖς .