49.1 μὲν οὖν Φιλώτας ἐπιβουλευόμενος οὕτως ἠγνόει , καὶ συνῆν τῇ Ἀντιγόνῃ πολλὰ καὶ πρὸς ὀργὴν καὶ μεγαλαυχίαν ῥήματα καὶ λόγους κατὰ τοῦ βασιλέως ἀνεπιτηδείους προϊέμενος .
49.2 δὲ Ἀλέξανδρος , καίπερ καρτερᾶς ἐνδείξεως κατὰ τοῦ Φιλώτου προσπεσούσης , ἐκαρτέρησε σιωπῇ καί κατέσχεν , εἴτε θαρρῶν τῇ Παρμενίωνος εὐνοίᾳ πρὸς αὑτόν , εἴτε δεδιὼς τὴν δόξαν αὐτῶν καὶ τὴν δύναμιν . ἐν δὲ τῷ τότε χρόνῳ Μακεδὼν ὄνομα Λίμνος , ἐκ Χαλαίστρας , ἐπιβουλεύων Ἀλεξάνδρῳ Νικόμαχόν τινα τῶν νέων , πρὸς ὃν αὐτὸς ἐρωτικῶς εἶχεν , ἐπὶ τὴν κοινωνίαν τῆς πράξεως παρεκάλει .
49.3 τοῦ δὲ μὴ δεξαμένου , φράσαντος δὲ τἀδελφῷ Κεβαλίνῳ τὴν πεῖραν , ἐλθὼν ἐκεῖνος πρὸς Φιλώταν ἐκέλευσεν εἰσάγειν αὐτοὺς πρὸς Ἀλέξανδρον ὡς περὶ ἀναγκαίων ἔχοντας ἐντυχεῖν καὶ μεγάλων , δὲ Φιλώτας , τι δὴ παθὼν ( ἄδηλον γὰρ ἐστιν ) , οὐ παρῆγεν αὐτούς , ὡς πρὸς ἄλλοις μείζοσι γιγνομένου τοῦ βασιλέως , καὶ τοῦτο δὶς ἐποίησεν .
49.4 οἱ δὲ καθ’ ὑπεροψίαν ἤδη τοῦ Φιλώτου τραπόμενοι πρὸς ἕτερον καὶ δι’ ἐκείνου τῷ Ἀλεξάνδρῳ προσαχθέντες πρῶτον μὲν τὰ τοῦ Λίμνου κατεῖπον , ἔπειτα παρεδήλωσαν ἡσυχῇ τὸν Φιλώταν , ὡς ἀμελήσειεν αὐτῶν δὶς ἐντυχόντων . καί τοῦτο δὴ σφόδρα παρώξυνε τὸν Ἀλέξανδρον · καὶ τοῦ πεμφθέντος ἐπὶ τὸν Λίμνου , ὡς ἠμύνετο συλλαμβανόμενος , ἀποκτείναντος αὑτόν , ἔτι μᾶλλον διεταράχθη , τὸν ἔλεγχον ἐκπεφευγέναι τῆς ἐπιβουλῆς νομίζων .
49.5 καὶ πικρῶς ἔχων πρὸς τὸν Φιλώταν ἐπεσπάσατο τοὺς πάλαι μισοῦντας αὑτόν , ἤδη φανερῶς λέγοντας ὡς ῥᾳθυμία τοῦ βασιλέως εἴη Λίμνον οἰομένου , Χαλαιστραῖον ἄνθρωπον , ἐπιχειρῆσαι τολμήματι τοσούτῳ