52.1 ἐπεὶ δὲ τήν τε νύκτα κακῶς κλαίων διήνεγκε καὶ τήν ἐπιοῦσαν ἡμέραν ἤδη τῷ βοᾶν καὶ θρηνεῖν ἀπειρηκὼς ἄναυδος ἔκειτο , βαρεῖς ἀναφέρων στεναγμούς , δείσαντες οἱ φίλοι τήν ἀποσιώπησιν εἰσῆλθον βίᾳ . καὶ τῶν μὲν ἄλλων οὐ προσίετο τοὺς λόγους , Ἀριστάνδρου δὲ τοῦ μάντεως ὑπομιμνῄσκοντος αὑτὸν τήν τε ὄψιν ἣν εἶδε περὶ τοῦ Κλείτου , καὶ τὸ σημεῖον , ὡς δὴ πάλαι καθειμαρμένων τούτων , ἔδοξεν ἐνδιδόναι .
52.2 διὸ Καλλισθένην τε τὸν φιλόσοφον παρεισήγαγον , Ἀριστοτέλους οἰκεῖον ὄντα , καὶ τὸν Ἀβδηρίτην Ἀνάξαρχον . ὧν Καλλισθένης μὲν ἠθικῶς ἐπειρᾶτο καὶ πρᾴως , ὑποδυόμενος τῷ λόγῳ καὶ περιϊὼν ἀλύπως , λαβέσθαι τοῦ πάθους , δὲ Ἀνάξαρχος ἰδίαν τινὰ πορευόμενος ἐξ ἀρχῆς ὁδὸν ἐν φιλοσοφίᾳ , καὶ δόξαν εἰληφὼς ὑπεροψίας καὶ ὀλιγωρίας τῶν συνήθων , εὐθὺς εἰσελθὼν ἀνεβόησεν ·
52.3 ʹ οὗτός ἐστιν Ἀλέξανδρος , εἰς ὃν οἰκουμένη νῦν ἀποβλέπει δὲ ἔρριπται κλαίων ὥσπερ ἀνδράποδον , ἀνθρώπων νόμον καὶ ψόγον δεδοικώς , οἷς αὑτὸν προσήκει νόμον εἶναι καὶ ὅρον τῶν δικαίων , ἐπείπερ ἄρχειν καὶ κρατεῖν νενίκηκεν , ἀλλὰ μὴ δουλεύειν ὑπὸ κενῆς δόξης κεκρατημένον . ʹ
52.4 ʹ οὐκ οἶσθα , ʹ εἶπεν , ʹ ὅτι τήν Δίκην ἔχει πάρεδρον Ζεὺς καὶ τήν Θέμιν , ἵνα πᾶν τὸ πραχθὲν ὑπὸ τοῦ κρατοῦντος θεμιτὸν καὶ δίκαιον ; ʹ τοιούτοις τισὶ λόγοις χρησάμενος Ἀνάξαρχος τὸ μὲν πάθος ἐκούφισε τοῦ βασιλέως , τὸ δὲ ἦθος εἰς πολλὰ χαυνότερον καὶ παρανομώτερον ἐποίησεν , αὑτὸν δὲ δαιμονίως ἐνήρμοσε , καὶ τοῦ Καλλισθένους τήν ὁμιλίαν , οὐδὲ ἄλλως ἐπίχαριν διὰ τὸ