47.5 συμμετακοσμούμενον αὐτῷ , Κρατερὸν δὲ τοῖς πατρίοις ἐμμένοντα · δι’ ἐκείνου μὲν ἐχρημάτιζε τοῖς βαρβάροις , διὰ τούτου δὲ τοῖς Ἕλλησι καὶ τοῖς Μακεδόσι καὶ ὅλως τὸν μὲν ἐφίλει μάλιστα , τὸν δὲ ἐτίμα , νομίζων καὶ λέγων ἀεί τὸν μὲν Ἡφαιστίωνα φιλαλέξανδρον εἶναι , τὸν δὲ Κρατερὸν φιλοβασιλέα .
47.6 διὸ καὶ πρὸς ἀλλήλους ὑπούλως ἔχοντες συνέκρουον πολλάκις , ἅπαξ δὲ περὶ τὴν Ἰνδικὴν καὶ εἰς χεῖρας ἦλθον σπασάμενοι τὰ ξίφη , καὶ τῶν φίλων ἑκατέρῳ παραβοηθούντων προσελάσας Ἀλέξανδρος ἐλοιδόρει τὸν Ἡφαιστίωνα φανερῶς , ἔμπληκτον καλῶν καὶ μαινόμενον , εἰ μὴ συνίησιν ὡς , ἐάν τις αὐτοῦ τὸν Ἀλέξανδρον ἀφέληται , μηδέν ἐστιν ἰδίᾳ δὲ καὶ τοῦ Κρατεροῦ πικρῶς καθήψατο .
47.7 καὶ συναγαγὼν αὐτοὺς καὶ διαλλάξας ἐπώμοσε τὸν Ἄμμωνα καὶ τοὺς ἄλλους θεούς , μὴν μάλιστα φιλεῖν ἀνθρώπων ἁπάντων ἐκείνους ἂν δὲ πάλιν αἴσθηται διαφερομένους , ἀποκτενεῖν ἀμφοτέρους , τὸν ἀρξάμενον . ὅθεν ὕστερον οὐδὲ παίζοντες εἰπεῖν τι οὐδὲ πρᾶξαι πρὸς ἀλλήλους λέγονται .