48.1 Φιλώτας δὲ Παρμενίωνος ἀξίωμα μὲν εἶχεν ἐν τοῖς Μακεδόσι μέγα καὶ γὰρ ἀνδρεῖος ἐδόκει καὶ καρτερικὸς εἶναι , φιλόδωρος δὲ οὕτω καὶ φιλέταιρος μετ’ αὐτόν Ἀλέξανδρον οὐδείς , λέγεται γοῦν ὅτι τῶν συνήθων τινὸς αἰτοῦντος ἀργύριον ἐκέλευσε δοῦναι φήσαντος δὲ τοῦ διοικητοῦ μὴ ἔχειν , ʹ τί λέγεις ; ʹ εἶπεν , ʹ οὐδὲ ποτήριον ἔχεις οὐδὲ ἱμάτιον ; ʹ
48.2 ὄγκῳ δὲ φρονήματος καὶ βάρει πλούτου καὶ τῇ περὶ τὸ σῶμα θεραπείᾳ καὶ διαίτῃ χρώμενος ἐπαχθέστερον κατ’ ἰδιώτην , καὶ τότε δὴ τὸ σεμνὸν καὶ ὑψηλὸν οὐκ ἐμμελῶς , ἀλλ’ ἄνευ χαρίτων τῷ σολοίκῳ καὶ παρασήμῳ μιμούμενος , ὑποψίαν καὶ φθόνον ἔσχεν , ὥστε καὶ Παρμενίωνά ποτε εἰπεῖν πρός αὐτόν ʹ παῖ , χείρων μοι γίνου . ʹ
48.3 πρός δὲ αὐτόν Ἀλέξανδρον ἐκ πάνυ πολλῶν χρόνων ἐτύγχανε διαβεβλημένος , ὅτε γὰρ τὰ περὶ Δαμασκὸν ἑάλω χρήματα Δαρείου νικηθέντος ἐν Κιλικίᾳ , πολλῶν σωμάτων κομισθέντων εἰς τὸ στρατόπεδον εὑρέθη γύναιον ἐν τοῖς αἰχμαλώτοις , τῷ μὲν γένει Πυδναῖον , εὐπρεπὲς δὲ τὴν ὄψιν ἐκαλεῖτο δὲ Ἀντιγόνη .
48.4 τοῦτο ἔσχεν Φιλώτας οἷα δὲ νέος πρός ἐρωμένην καὶ σὺν οἴνῳ πολλὰ φιλότιμα καὶ στρατιωτικὰ παρρησιαζόμενος ἑαυτοῦ τὰ μέγιστα τῶν ἔργων ἀπέφαινε καὶ τοῦ πατρός , Ἀλέξανδρον δὲ μειράκιον ἀπεκάλει δι’ αὐτοὺς τὸ τῆς ἀρχῆς ὄνομα καρπούμενον .
48.5 ταῦτα τῆς γυναικὸς ἐκφερούσης πρός τινα τῶν συνήθων , ἐκείνου δέ , ὡς εἰκὸς , πρός ἕτερον , περιῆλθεν εἰς Κρατερὸν λόγος καὶ λαβὼν τὸ γύναιον εἰσήγαγε κρύφα πρός Ἀλέξανδρον . ἀκούσας δὲ ἐκεῖνος ἐκέλευσε φοιτᾶν εἰς ταὐτὸ τῷ Φιλώτᾳ ,