47.1 φοβούμενος δὲ τοὺς Μακεδόνας , μὴ εἰς τὰ ὑπόλοιπα τῆς στρατείας ἀπαγορεύσωσι , τὸ μὲν ἄλλο πλῆθος εἴασε κατὰ χώραν , τοὺς δὲ ἀρίστους ἔχων ἐν Ὑρκανίᾳ μεθ’ ἑαυτοῦ , δισμυρίους πεζοὺς καὶ τρισχιλίους ἱππεῖς , προσέβαλε , λέγων ὡς νῦν μὲν αὐτοὺς ἐνύπνιον τῶν βαρβάρων ὁρώντων , ἂν δὲ μόνον ταράξαντες τὴν Ἀσίαν ἀπίωσιν , ἐπιθησομένων εὐθὺς ὥσπερ γυναιξίν .
47.2 οὐ μὴν ἀλλ’ ἀπιέναι γε τοὺς βουλομένους ἐφῆκε , μαρτνράμενος ὅτι τὴν οἰκουμένην τοῖς Μακεδόσι κτώμενος ἐγκαταλέλειπται μετὰ τῶν φίλων καὶ τῶν ἐθελόντων στρατεύειν . ταῦτα σχεδὸν αὐτοῖς ὀνόμασιν ἐν τῇ πρὸς Ἀντίπατρον ἐπιστολῇ γέγραπται , καὶ ὅτι ταῦτα εἰπόντος αὐτοῦ πάντες ἐξέκραγον ὅποι βούλεται τῆς οἰκουμένης ἄγειν · δεξαμένων δὲ τούτων τὴν πεῖραν οὐκέτι ἦν χαλεπὸν προσαχθῆναι τὸ πλῆθος , ἀλλὰ ῥᾳδίως ἐπηκολούθησεν .
47.3 οὕτω δὴ καὶ τὴν δίαιταν ἔτι μᾶλλον ὡμοίου τε τοῖς ἐπιχωρίοις ἑαυτόν , ἐκεῖνά τε προσῆγε τοῖς Μακεδονικοῖς ἔθεσιν , ἀνακράσει καὶ κοινωνίᾳ μᾶλλον δι’ εὐνοίας καταστήσεσθαι τὰ πράγματα νομίζων βίᾳ , μακρὰν ἀπαίροντος αὐτοῦ , διὸ καὶ τρισμυρίους παῖδας ἐπιλεξάμενος ἐκέλευσε γράμματά τε μανθάνειν Ἑλληνικὰ καὶ Μακεδονικοῖς ὅπλοις ἐντρέφεσθαι , πολλοὺς ἐπιστάτας καταστήσας .
47.4 καὶ τὰ περὶ Ῥωξάνην ἔρωτι μὲν ἐπράχθη , καλὴν καὶ ὡραίαν ἔν τινι χορῷ παρὰ πότον ὀφθεῖσαν , ἔδοξε δὲ οὐκ ἀνάρμοστα τοῖς ὑποκειμένοις εἶναι πράγμασιν . ἐθάρρησαν γὰρ οἱ βάρβαροι τῇ κοινωνίᾳ τοῦ γάμου , καὶ τὸν Ἀλέξανδρον ὑπερηγάπησαν , ὅτι σωφρονέστατος περὶ ταῦτα γεγονὼς οὐδὲ ἧς μόνης ἡττήθη γυναικὸς ἄνευ νόμου θιγεῖν ὑπέμεινεν .
47.5 ἐπεὶ δὲ καὶ τῶν φίλων ἑώρα τῶν μεγίστων Ἡφαιστίωνα μὲν ἐπαινοῦντα καὶ