46.1 ἐνταῦθα δὲ πρὸς αὐτὸν ἀφικέσθαι τὴν Ἀμαζόνα οἱ πολλοὶ λέγουσιν , ὧν καὶ Κλείταρχός ἐστι καὶ Πολύκλειτος καὶ Ὀνησίκριτος καὶ Ἀντιγένης καὶ Ἴστρος Ἀριστόβουλος δὲ καὶ Χάρης εἰσαγγελεύς καὶ Πτολεμαῖος καὶ Ἀντικλείδης καὶ Φίλων Θηβαῖος καὶ Φίλιππος Θεαγγελεὺς , πρὸς δὲ τούτοις Ἑκαταῖος Ἐρετριεὺς καὶ Φίλιππος Χαλκιδεὺς καὶ Δοῦρις Σάμιος πλάσμα φασὶ γεγονέναι τοῦτο .
46.2 καὶ μαρτυρεῖν αὐτοῖς ἔοικεν Ἀλέξανδρος . Ἀντιπάτρῳ γὰρ ἅπαντα γράφων ἀκριβῶς τὸν μὲν Σκύθην αὐτῷ φησι διδόναι τὴν θυγατέρα πρὸς γάμον , Ἀμαζόνος δὲ οὐ μνημονεύει , λέγεται δὲ πολλοῖς χρόνοις Ὀνησίκριτος ὕστερον ἤδη βασιλεύοντι Λυσιμάχῳ τῶν βιβλίων τὸ τέταρτον ἀναγινώσκειν , ἐν γέγραπται περὶ τῆς Ἀμαζόνος · τὸν οὖν Λυσίμαχον ἀτρέμα μειδιάσαντα ʹ καὶ ποῦ , ʹ φάναι , ʹ τότε ἤμην ἐγώ ; ʹ ταῦτα μὲν οὖν ἄν τις οὔτε ἀπιστῶν ἧττον οὔτε πιστεύων μᾶλλον Ἀλέξανδρον θαυμάσειε .