45.1 ἐντεῦθεν εἰς τήν Παρθικὴν ἀναζεύξας καὶ σχολάζων πρῶτον ἐνεδύσατο τήν βαρβαρικὴν στολὴν , εἴτε βουλόμενος αὑτὸν συνοικειοῦν τοῖς ἐπιχωρίοις νόμοις , ὡς μέγα πρὸς ἐξημέρωσιν ἀνθρώπων τὸ σύνηθες καὶ ὁμόφυλον , εἴτ’ ἀπόπειρά τις ὑφεῖτο τῆς προσκυνήσεως αὕτη τοῖς Μακεδόσι , κατὰ μικρὸν ἀνασχέσθαι τήν ἐκδιαίτησιν αὐτοῦ καὶ μεταβολὴν ἐθιζομένοις ,
45.2 οὐ μὴν τήν γε Μηδικὴν ἐκείνην προσήκατο παντάπασι βαρβαρικὴν καὶ ἀλλόκοτον οὖσαν , οὐδὲ ἀναξυρίδας οὐδὲ κάνδυν οὐδὲ τιάραν ἔλαβεν , ἀλλὰ ἐν μέσῳ τινὰ τῆς Περσικῆς καὶ τῆς Μηδικῆς μιξάμενος εὖ πως , ἀτυφοτέραν μὲν ἐκείνης , ταύτης δὲ σοβαρωτέραν οὖσαν . ἐχρῆτο δὲ τὸ μὲν πρῶτον ἐντυγχάνων τοῖς βαρβάροις καὶ τοῖς ἑταίροις κατ’ οἶκον , εἶτα τοῖς πολλοῖς οὕτως ἐξελαύνων καὶ χρηματίζων ἑωρᾶτο .
45.3 καὶ λυπηρὸν μὲν ἦν τοῖς Μακεδόσι τὸ θέαμα , τήν δὲ ἄλλην αὐτοῦ θαυμάζοντες ἀρετὴν ᾤοντο δεῖν ἔνια τῶν πρὸς ἡδονὴν αὐτῷ καὶ δόξαν ἐπιχωρεῖν ὅς γε πρὸς ἅπασι τοῖς ἄλλοις ἔναγχος τόξευμα μὲν εἰς τήν κνήμην λαβών , ὑφ’ οὗ τὸ τῆς κερκίδος ὁστέον ἀποθραυσθὲν ἐξέπεσε , λίθῳ δὲ πληγεὶς πάλιν εἰς τὸν τράχηλον ὥστε καὶ ταῖς ὄψεσιν ἀχλὺν ὑποδραμεῖν παραμείνασαν οὐκ ὀλίγον χρόνον ,
45.4 ὅμως οὐκ ἐπαύετο χρώμενος ἑαυτῷ πρὸς τοὺς κινδύνους ἀφειδῶς , ἀλλὰ καὶ τὸν Ὀρεξάρτην διαβὰς ποταμόν , ὃν αὐτὸς ᾤετο Τάναϊν εἶναι , καὶ τοὺς Σκύθας τρεψάμενος ἐδίωξεν ἐπὶ σταδίους ἑκατόν , ἐνοχλούμενος ὑπὸ διαρροίας .